HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Job 40

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42]

40:1 και απεκριθη κυριος ο θεος τω ιωβ και ειπεν

40:2 μη κρισιν μετα ικανου εκκλινει ελεγχων θεον αποκριθησεται αυτην

40:3 υπολαβων δε ιωβ λεγει τω κυριω

40:4 τι ετι εγω κρινομαι νουθετουμενος και ελεγχων κυριον ακουων τοιαυτα ουθεν ων εγω δε τινα αποκρισιν δω προς ταυτα χειρα θησω επι στοματι μου

40:5 απαξ λελαληκα επι δε τω δευτερω ου προσθησω

40:6 ετι δε υπολαβων ο κυριος ειπεν τω ιωβ εκ του νεφους

40:7 μη αλλα ζωσαι ωσπερ ανηρ την οσφυν σου ερωτησω δε σε συ δε μοι αποκριθητι

40:8 μη αποποιου μου το κριμα οιει δε με αλλως σοι κεχρηματικεναι η ινα αναφανης δικαιος

40:9 η βραχιων σοι εστιν κατα του κυριου η φωνη κατ' αυτον βροντας

40:10 αναλαβε δη υψος και δυναμιν δοξαν δε και τιμην αμφιεσαι

40:11 αποστειλον δε αγγελους οργη παν δε υβριστην ταπεινωσον

40:12 υπερηφανον δε σβεσον σηψον δε ασεβεις παραχρημα

40:13 κρυψον δε εις γην εξω ομοθυμαδον τα δε προσωπα αυτων ατιμιας εμπλησον

40:14 ομολογησω αρα οτι δυναται η δεξια σου σωσαι

40:15 αλλα δη ιδου θηρια παρα σοι χορτον ισα βουσιν εσθιει

40:16 ιδου δη ισχυς αυτου επ' οσφυι η δε δυναμις επ' ομφαλου γαστρος

40:17 εστησεν ουραν ως κυπαρισσον τα δε νευρα αυτου συμπεπλεκται

40:18 αι πλευραι αυτου πλευραι χαλκειαι η δε ραχις αυτου σιδηρος χυτος

40:19 τουτ' εστιν αρχη πλασματος κυριου πεποιημενον εγκαταπαιζεσθαι υπο των αγγελων αυτου

40:20 επελθων δε επ' ορος ακροτομον εποιησεν χαρμονην τετραποσιν εν τω ταρταρω

40:21 υπο παντοδαπα δενδρα κοιμαται παρα παπυρον και καλαμον και βουτομον

40:22 σκιαζονται δε εν αυτω δενδρα μεγαλα συν ραδαμνοις και κλωνες αγνου

40:23 εαν γενηται πλημμυρα ου μη αισθηθη πεποιθεν οτι προσκρουσει ο ιορδανης εις το στομα αυτου

40:24 εν τω οφθαλμω αυτου δεξεται αυτον ενσκολιευομενος τρησει ρινα

40:25 αξεις δε δρακοντα εν αγκιστρω περιθησεις δε φορβεαν περι ρινα αυτου

40:26 ει δησεις κρικον εν τω μυκτηρι αυτου ψελιω δε τρυπησεις το χειλος αυτου

40:27 λαλησει δε σοι δεησει ικετηρια μαλακως

40:28 θησεται δε διαθηκην μετα σου λημψη δε αυτον δουλον αιωνιον

40:29 παιξη δε εν αυτω ωσπερ ορνεω η δησεις αυτον ωσπερ στρουθιον παιδιω

40:30 ενσιτουνται δε εν αυτω εθνη μεριτευονται δε αυτον φοινικων γενη

40:31 παν δε πλωτον συνελθον ου μη ενεγκωσιν βυρσαν μιαν ουρας αυτου και εν πλοιοις αλιεων κεφαλην αυτου

40:32 επιθησεις δε αυτω χειρα μνησθεις πολεμον τον γινομενον εν σωματι αυτου και μηκετι γινεσθω

 

Created with FREE HTMLCompiler by BibleDatabase