HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Job 41

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42]

41:1 ουχ εορακας αυτον ουδε επι τοις λεγομενοις τεθαυμακας

41:2 ου δεδοικας οτι ητοιμασται μοι τις γαρ εστιν ο εμοι αντιστας

41:3 η τις αντιστησεται μοι και υπομενει ει πασα η υπ' ουρανον εμη εστιν

41:4 ου σιωπησομαι δι' αυτον και λογον δυναμεως ελεησει τον ισον αυτου

41:5 τις αποκαλυψει προσωπον ενδυσεως αυτου εις δε πτυξιν θωρακος αυτου τις αν εισελθοι

41:6 πυλας προσωπου αυτου τις ανοιξει κυκλω οδοντων αυτου φοβος

41:7 τα εγκατα αυτου ασπιδες χαλκειαι συνδεσμος δε αυτου ωσπερ σμιριτης λιθος

41:8 εις του ενος κολλωνται πνευμα δε ου μη διελθη αυτον

41:9 ανηρ τω αδελφω αυτου προσκολληθησεται συνεχονται και ου μη αποσπασθωσιν

41:10 εν πταρμω αυτου επιφαυσκεται φεγγος οι δε οφθαλμοι αυτου ειδος εωσφορου

41:11 εκ στοματος αυτου εκπορευονται λαμπαδες καιομεναι και διαρριπτουνται εσχαραι πυρος

41:12 εκ μυκτηρων αυτου εκπορευεται καπνος καμινου καιομενης πυρι ανθρακων

41:13 η ψυχη αυτου ανθρακες φλοξ δε εκ στοματος αυτου εκπορευεται

41:14 εν δε τραχηλω αυτου αυλιζεται δυναμις εμπροσθεν αυτου τρεχει απωλεια

41:15 σαρκες δε σωματος αυτου κεκολληνται καταχεει επ' αυτον ου σαλευθησεται

41:16 η καρδια αυτου πεπηγεν ως λιθος εστηκεν δε ωσπερ ακμων ανηλατος

41:17 στραφεντος δε αυτου φοβος θηριοις τετραποσιν επι γης αλλομενοις

41:18 εαν συναντησωσιν αυτω λογχαι ουδεν μη ποιησωσιν δορυ επηρμενον και θωρακα

41:19 ηγηται μεν γαρ σιδηρον αχυρα χαλκον δε ωσπερ ξυλον σαθρον

41:20 ου μη τρωση αυτον τοξον χαλκειον ηγηται μεν πετροβολον χορτον

41:21 ως καλαμη ελογισθησαν σφυραι καταγελα δε σεισμου πυρφορου

41:22 η στρωμνη αυτου οβελισκοι οξεις πας δε χρυσος θαλασσης υπ' αυτον ωσπερ πηλος αμυθητος

41:23 αναζει την αβυσσον ωσπερ χαλκειον ηγηται δε την θαλασσαν ωσπερ εξαλειπτρον

41:24 τον δε ταρταρον της αβυσσου ωσπερ αιχμαλωτον ελογισατο αβυσσον εις περιπατον

41:25 ουκ εστιν ουδεν επι της γης ομοιον αυτω πεποιημενον εγκαταπαιζεσθαι υπο των αγγελων μου

41:26 παν υψηλον ορα αυτος δε βασιλευς παντων των εν τοις υδασιν

 

Created with FREE HTMLCompiler by BibleDatabase