HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Psalms 9

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48] [49] [50] [51] [52] [53] [54] [55] [56] [57] [58] [59] [60] [61] [62] [63] [64] [65] [66] [67] [68] [69] [70] [71] [72] [73] [74] [75] [76] [77] [78] [79] [80] [81] [82] [83] [84] [85] [86] [87] [88] [89] [90] [91] [92] [93] [94] [95] [96] [97] [98] [99] [100] [101] [102] [103] [104] [105] [106] [107] [108] [109] [110] [111] [112] [113] [114] [115] [116] [117] [118] [119] [120] [121] [122] [123] [124] [125] [126] [127] [128] [129] [130] [131] [132] [133] [134] [135] [136] [137] [138] [139] [140] [141] [142] [143] [144] [145] [146] [147] [148] [149] [150] [151]

9:1 εις το τελος υπερ των κρυφιων του υιου ψαλμος τω δαυιδ

9:2 εξομολογησομαι σοι κυριε εν ολη καρδια μου διηγησομαι παντα τα θαυμασια σου

9:3 ευφρανθησομαι και αγαλλιασομαι εν σοι ψαλω τω ονοματι σου υψιστε

9:4 εν τω αποστραφηναι τον εχθρον μου εις τα οπισω ασθενησουσιν και απολουνται απο προσωπου σου

9:5 οτι εποιησας την κρισιν μου και την δικην μου εκαθισας επι θρονου ο κρινων δικαιοσυνην

9:6 επετιμησας εθνεσιν και απωλετο ο ασεβης το ονομα αυτων εξηλειψας εις τον αιωνα και εις τον αιωνα του αιωνος

9:7 του εχθρου εξελιπον αι ρομφαιαι εις τελος και πολεις καθειλες απωλετο το μνημοσυνον αυτων μετ' ηχους

9:8 και ο κυριος εις τον αιωνα μενει ητοιμασεν εν κρισει τον θρονον αυτου

9:9 και αυτος κρινει την οικουμενην εν δικαιοσυνη κρινει λαους εν ευθυτητι

9:10 και εγενετο κυριος καταφυγη τω πενητι βοηθος εν ευκαιριαις εν θλιψει

9:11 και ελπισατωσαν επι σε οι γινωσκοντες το ονομα σου οτι ουκ εγκατελιπες τους εκζητουντας σε κυριε

9:12 ψαλατε τω κυριω τω κατοικουντι εν σιων αναγγειλατε εν τοις εθνεσιν τα επιτηδευματα αυτου

9:13 οτι εκζητων τα αιματα αυτων εμνησθη ουκ επελαθετο της κραυγης των πενητων

9:14 ελεησον με κυριε ιδε την ταπεινωσιν μου εκ των εχθρων μου ο υψων με εκ των πυλων του θανατου

9:15 οπως αν εξαγγειλω πασας τας αινεσεις σου εν ταις πυλαις της θυγατρος σιων αγαλλιασομαι επι τω σωτηριω σου

9:16 ενεπαγησαν εθνη εν διαφθορα η εποιησαν εν παγιδι ταυτη η εκρυψαν συνελημφθη ο πους αυτων

9:17 γινωσκεται κυριος κριματα ποιων εν τοις εργοις των χειρων αυτου συνελημφθη ο αμαρτωλος ωδη διαψαλματος

9:18 αποστραφητωσαν οι αμαρτωλοι εις τον αδην παντα τα εθνη τα επιλανθανομενα του θεου

9:19 οτι ουκ εις τελος επιλησθησεται ο πτωχος η υπομονη των πενητων ουκ απολειται εις τον αιωνα

9:20 αναστηθι κυριε μη κραταιουσθω ανθρωπος κριθητωσαν εθνη ενωπιον σου

9:21 καταστησον κυριε νομοθετην επ' αυτους γνωτωσαν εθνη οτι ανθρωποι εισιν διαψαλμα

9:22 ινα τι κυριε αφεστηκας μακροθεν υπερορας εν ευκαιριαις εν θλιψει

9:23 εν τω υπερηφανευεσθαι τον ασεβη εμπυριζεται ο πτωχος συλλαμβανονται εν διαβουλιοις οις διαλογιζονται

9:24 οτι επαινειται ο αμαρτωλος εν ταις επιθυμιαις της ψυχης αυτου και ο αδικων ενευλογειται

9:25 παρωξυνεν τον κυριον ο αμαρτωλος κατα το πληθος της οργης αυτου ουκ εκζητησει ουκ εστιν ο θεος ενωπιον αυτου

9:26 βεβηλουνται αι οδοι αυτου εν παντι καιρω ανταναιρειται τα κριματα σου απο προσωπου αυτου παντων των εχθρων αυτου κατακυριευσει

9:27 ειπεν γαρ εν καρδια αυτου ου μη σαλευθω απο γενεας εις γενεαν ανευ κακου

9:28 ου αρας το στομα αυτου γεμει και πικριας και δολου υπο την γλωσσαν αυτου κοπος και πονος

9:29 εγκαθηται ενεδρα μετα πλουσιων εν αποκρυφοις αποκτειναι αθωον οι οφθαλμοι αυτου εις τον πενητα αποβλεπουσιν

9:30 ενεδρευει εν αποκρυφω ως λεων εν τη μανδρα αυτου ενεδρευει του αρπασαι πτωχον αρπασαι πτωχον εν τω ελκυσαι αυτον

9:31 εν τη παγιδι αυτου ταπεινωσει αυτον κυψει και πεσειται εν τω αυτον κατακυριευσαι των πενητων

9:32 ειπεν γαρ εν καρδια αυτου επιλελησται ο θεος απεστρεψεν το προσωπον αυτου του μη βλεπειν εις τελος

9:33 αναστηθι κυριε ο θεος υψωθητω η χειρ σου μη επιλαθη των πενητων

9:34 ενεκεν τινος παρωξυνεν ο ασεβης τον θεον ειπεν γαρ εν καρδια αυτου ουκ εκζητησει

9:35 βλεπεις οτι συ πονον και θυμον κατανοεις του παραδουναι αυτους εις χειρας σου σοι ουν εγκαταλελειπται ο πτωχος ορφανω συ ησθα βοηθων

9:36 συντριψον τον βραχιονα του αμαρτωλου και πονηρου ζητηθησεται η αμαρτια αυτου και ου μη ευρεθη δι' αυτην

9:37 βασιλευσει κυριος εις τον αιωνα και εις τον αιωνα του αιωνος απολεισθε εθνη εκ της γης αυτου

9:38 την επιθυμιαν των πενητων εισηκουσεν κυριος την ετοιμασιαν της καρδιας αυτων προσεσχεν το ους σου

9:39 κριναι ορφανω και ταπεινω ινα μη προσθη ετι του μεγαλαυχειν ανθρωπος επι της γης

 

Created with FREE HTMLCompiler by BibleDatabase