HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Psalms 17

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48] [49] [50] [51] [52] [53] [54] [55] [56] [57] [58] [59] [60] [61] [62] [63] [64] [65] [66] [67] [68] [69] [70] [71] [72] [73] [74] [75] [76] [77] [78] [79] [80] [81] [82] [83] [84] [85] [86] [87] [88] [89] [90] [91] [92] [93] [94] [95] [96] [97] [98] [99] [100] [101] [102] [103] [104] [105] [106] [107] [108] [109] [110] [111] [112] [113] [114] [115] [116] [117] [118] [119] [120] [121] [122] [123] [124] [125] [126] [127] [128] [129] [130] [131] [132] [133] [134] [135] [136] [137] [138] [139] [140] [141] [142] [143] [144] [145] [146] [147] [148] [149] [150] [151]

17:1 εις το τελος τω παιδι κυριου τω δαυιδ α ελαλησεν τω κυριω τους λογους της ωδης ταυτης εν ημερα η ερρυσατο αυτον κυριος εκ χειρος παντων των εχθρων αυτου και εκ χειρος σαουλ

17:2 και ειπεν αγαπησω σε κυριε η ισχυς μου

17:3 κυριος στερεωμα μου και καταφυγη μου και ρυστης μου ο θεος μου βοηθος μου και ελπιω επ' αυτον υπερασπιστης μου και κερας σωτηριας μου αντιλημπτωρ μου

17:4 αινων επικαλεσομαι κυριον και εκ των εχθρων μου σωθησομαι

17:5 περιεσχον με ωδινες θανατου και χειμαρροι ανομιας εξεταραξαν με

17:6 ωδινες αδου περιεκυκλωσαν με προεφθασαν με παγιδες θανατου

17:7 και εν τω θλιβεσθαι με επεκαλεσαμην τον κυριον και προς τον θεον μου εκεκραξα ηκουσεν εκ ναου αγιου αυτου φωνης μου και η κραυγη μου ενωπιον αυτου εισελευσεται εις τα ωτα αυτου

17:8 και εσαλευθη και εντρομος εγενηθη η γη και τα θεμελια των ορεων εταραχθησαν και εσαλευθησαν οτι ωργισθη αυτοις ο θεος

17:9 ανεβη καπνος εν οργη αυτου και πυρ απο προσωπου αυτου κατεφλογισεν ανθρακες ανηφθησαν απ' αυτου

17:10 και εκλινεν ουρανον και κατεβη και γνοφος υπο τους ποδας αυτου

17:11 και επεβη επι χερουβιν και επετασθη επετασθη επι πτερυγων ανεμων

17:12 και εθετο σκοτος αποκρυφην αυτου κυκλω αυτου η σκηνη αυτου σκοτεινον υδωρ εν νεφελαις αερων

17:13 απο της τηλαυγησεως ενωπιον αυτου αι νεφελαι διηλθον χαλαζα και ανθρακες πυρος

17:14 και εβροντησεν εξ ουρανου κυριος και ο υψιστος εδωκεν φωνην αυτου

17:15 και εξαπεστειλεν βελη και εσκορπισεν αυτους και αστραπας επληθυνεν και συνεταραξεν αυτους

17:16 και ωφθησαν αι πηγαι των υδατων και ανεκαλυφθη τα θεμελια της οικουμενης απο επιτιμησεως σου κυριε απο εμπνευσεως πνευματος οργης σου

17:17 εξαπεστειλεν εξ υψους και ελαβεν με προσελαβετο με εξ υδατων πολλων

17:18 ρυσεται με εξ εχθρων μου δυνατων και εκ των μισουντων με οτι εστερεωθησαν υπερ εμε

17:19 προεφθασαν με εν ημερα κακωσεως μου και εγενετο κυριος αντιστηριγμα μου

17:20 και εξηγαγεν με εις πλατυσμον ρυσεται με οτι ηθελησεν με ρυσεται με εξ εχθρων μου δυνατων και εκ των μισουντων με

17:21 και ανταποδωσει μοι κυριος κατα την δικαιοσυνην μου και κατα την καθαριοτητα των χειρων μου ανταποδωσει μοι

17:22 οτι εφυλαξα τας οδους κυριου και ουκ ησεβησα απο του θεου μου

17:23 οτι παντα τα κριματα αυτου ενωπιον μου και τα δικαιωματα αυτου ουκ απεστησα απ' εμου

17:24 και εσομαι αμωμος μετ' αυτου και φυλαξομαι απο της ανομιας μου

17:25 και ανταποδωσει μοι κυριος κατα την δικαιοσυνην μου και κατα την καθαριοτητα των χειρων μου ενωπιον των οφθαλμων αυτου

17:26 μετα οσιου οσιωθηση και μετα ανδρος αθωου αθωος εση

17:27 και μετα εκλεκτου εκλεκτος εση και μετα στρεβλου διαστρεψεις

17:28 οτι συ λαον ταπεινον σωσεις και οφθαλμους υπερηφανων ταπεινωσεις

17:29 οτι συ φωτιεις λυχνον μου κυριε ο θεος μου φωτιεις το σκοτος μου

17:30 οτι εν σοι ρυσθησομαι απο πειρατηριου και εν τω θεω μου υπερβησομαι τειχος

17:31 ο θεος μου αμωμος η οδος αυτου τα λογια κυριου πεπυρωμενα υπερασπιστης εστιν παντων των ελπιζοντων επ' αυτον

17:32 οτι τις θεος πλην του κυριου και τις θεος πλην του θεου ημων

17:33 ο θεος ο περιζωννυων με δυναμιν και εθετο αμωμον την οδον μου

17:34 ο καταρτιζομενος τους ποδας μου ως ελαφου και επι τα υψηλα ιστων με

17:35 διδασκων χειρας μου εις πολεμον και εθου τοξον χαλκουν τους βραχιονας μου

17:36 και εδωκας μοι υπερασπισμον σωτηριας μου και η δεξια σου αντελαβετο μου και η παιδεια σου ανωρθωσεν με εις τελος και η παιδεια σου αυτη με διδαξει

17:37 επλατυνας τα διαβηματα μου υποκατω μου και ουκ ησθενησαν τα ιχνη μου

17:38 καταδιωξω τους εχθρους μου και καταλημψομαι αυτους και ουκ αποστραφησομαι εως αν εκλιπωσιν

17:39 εκθλιψω αυτους και ου μη δυνωνται στηναι πεσουνται υπο τους ποδας μου

17:40 και περιεζωσας με δυναμιν εις πολεμον συνεποδισας παντας τους επανιστανομενους επ' εμε υποκατω μου

17:41 και τους εχθρους μου εδωκας μοι νωτον και τους μισουντας με εξωλεθρευσας

17:42 εκεκραξαν και ουκ ην ο σωζων προς κυριον και ουκ εισηκουσεν αυτων

17:43 και λεπτυνω αυτους ως χουν κατα προσωπον ανεμου ως πηλον πλατειων λεανω αυτους

17:44 ρυση με εξ αντιλογιων λαου καταστησεις με εις κεφαλην εθνων λαος ον ουκ εγνων εδουλευσεν μοι

17:45 εις ακοην ωτιου υπηκουσεν μοι υιοι αλλοτριοι εψευσαντο μοι

17:46 υιοι αλλοτριοι επαλαιωθησαν και εχωλαναν απο των τριβων αυτων

17:47 ζη κυριος και ευλογητος ο θεος μου και υψωθητω ο θεος της σωτηριας μου

17:48 ο θεος ο διδους εκδικησεις εμοι και υποταξας λαους υπ' εμε

17:49 ο ρυστης μου εξ εχθρων μου οργιλων απο των επανιστανομενων επ' εμε υψωσεις με απο ανδρος αδικου ρυση με

17:50 δια τουτο εξομολογησομαι σοι εν εθνεσιν κυριε και τω ονοματι σου ψαλω

17:51 μεγαλυνων τας σωτηριας του βασιλεως αυτου και ποιων ελεος τω χριστω αυτου τω δαυιδ και τω σπερματι αυτου εως αιωνος

 

Created with FREE HTMLCompiler by BibleDatabase