HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Psalms 36

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48] [49] [50] [51] [52] [53] [54] [55] [56] [57] [58] [59] [60] [61] [62] [63] [64] [65] [66] [67] [68] [69] [70] [71] [72] [73] [74] [75] [76] [77] [78] [79] [80] [81] [82] [83] [84] [85] [86] [87] [88] [89] [90] [91] [92] [93] [94] [95] [96] [97] [98] [99] [100] [101] [102] [103] [104] [105] [106] [107] [108] [109] [110] [111] [112] [113] [114] [115] [116] [117] [118] [119] [120] [121] [122] [123] [124] [125] [126] [127] [128] [129] [130] [131] [132] [133] [134] [135] [136] [137] [138] [139] [140] [141] [142] [143] [144] [145] [146] [147] [148] [149] [150] [151]

36:1 του δαυιδ μη παραζηλου εν πονηρευομενοις μηδε ζηλου τους ποιουντας την ανομιαν

36:2 οτι ωσει χορτος ταχυ αποξηρανθησονται και ωσει λαχανα χλοης ταχυ αποπεσουνται

36:3 ελπισον επι κυριον και ποιει χρηστοτητα και κατασκηνου την γην και ποιμανθηση επι τω πλουτω αυτης

36:4 κατατρυφησον του κυριου και δωσει σοι τα αιτηματα της καρδιας σου

36:5 αποκαλυψον προς κυριον την οδον σου και ελπισον επ' αυτον και αυτος ποιησει

36:6 και εξοισει ως φως την δικαιοσυνην σου και το κριμα σου ως μεσημβριαν

36:7 υποταγηθι τω κυριω και ικετευσον αυτον μη παραζηλου εν τω κατευοδουμενω εν τη οδω αυτου εν ανθρωπω ποιουντι παρανομιας

36:8 παυσαι απο οργης και εγκαταλιπε θυμον μη παραζηλου ωστε πονηρευεσθαι

36:9 οτι οι πονηρευομενοι εξολεθρευθησονται οι δε υπομενοντες τον κυριον αυτοι κληρονομησουσιν γην

36:10 και ετι ολιγον και ου μη υπαρξη ο αμαρτωλος και ζητησεις τον τοπον αυτου και ου μη ευρης

36:11 οι δε πραεις κληρονομησουσιν γην και κατατρυφησουσιν επι πληθει ειρηνης

36:12 παρατηρησεται ο αμαρτωλος τον δικαιον και βρυξει επ' αυτον τους οδοντας αυτου

36:13 ο δε κυριος εκγελασεται αυτον οτι προβλεπει οτι ηξει η ημερα αυτου

36:14 ρομφαιαν εσπασαντο οι αμαρτωλοι ενετειναν τοξον αυτων του καταβαλειν πτωχον και πενητα του σφαξαι τους ευθεις τη καρδια

36:15 η ρομφαια αυτων εισελθοι εις την καρδιαν αυτων και τα τοξα αυτων συντριβειησαν

36:16 κρεισσον ολιγον τω δικαιω υπερ πλουτον αμαρτωλων πολυν

36:17 οτι βραχιονες αμαρτωλων συντριβησονται υποστηριζει δε τους δικαιους κυριος

36:18 γινωσκει κυριος τας οδους των αμωμων και η κληρονομια αυτων εις τον αιωνα εσται

36:19 ου καταισχυνθησονται εν καιρω πονηρω και εν ημεραις λιμου χορτασθησονται

36:20 οτι οι αμαρτωλοι απολουνται οι δε εχθροι του κυριου αμα τω δοξασθηναι αυτους και υψωθηναι εκλιποντες ωσει καπνος εξελιπον

36:21 δανειζεται ο αμαρτωλος και ουκ αποτεισει ο δε δικαιος οικτιρει και διδοι

36:22 οτι οι ευλογουντες αυτον κληρονομησουσι γην οι δε καταρωμενοι αυτον εξολεθρευθησονται

36:23 παρα κυριου τα διαβηματα ανθρωπου κατευθυνεται και την οδον αυτου θελησει

36:24 οταν πεση ου καταραχθησεται οτι κυριος αντιστηριζει χειρα αυτου

36:25 νεωτερος εγενομην και γαρ εγηρασα και ουκ ειδον δικαιον εγκαταλελειμμενον ουδε το σπερμα αυτου ζητουν αρτους

36:26 ολην την ημεραν ελεα και δανειζει και το σπερμα αυτου εις ευλογιαν εσται

36:27 εκκλινον απο κακου και ποιησον αγαθον και κατασκηνου εις αιωνα αιωνος

36:28 οτι κυριος αγαπα κρισιν και ουκ εγκαταλειψει τους οσιους αυτου εις τον αιωνα φυλαχθησονται ανομοι δε εκδιωχθησονται και σπερμα ασεβων εξολεθρευθησεται

36:29 δικαιοι δε κληρονομησουσι γην και κατασκηνωσουσιν εις αιωνα αιωνος επ' αυτης

36:30 στομα δικαιου μελετησει σοφιαν και η γλωσσα αυτου λαλησει κρισιν

36:31 ο νομος του θεου αυτου εν καρδια αυτου και ουχ υποσκελισθησεται τα διαβηματα αυτου

36:32 κατανοει ο αμαρτωλος τον δικαιον και ζητει του θανατωσαι αυτον

36:33 ο δε κυριος ου μη εγκαταλιπη αυτον εις τας χειρας αυτου ουδε μη καταδικασηται αυτον οταν κρινηται αυτω

36:34 υπομεινον τον κυριον και φυλαξον την οδον αυτου και υψωσει σε του κατακληρονομησαι γην εν τω εξολεθρευεσθαι αμαρτωλους οψη

36:35 ειδον ασεβη υπερυψουμενον και επαιρομενον ως τας κεδρους του λιβανου

36:36 και παρηλθον και ιδου ουκ ην και εζητησα αυτον και ουχ ευρεθη ο τοπος αυτου

36:37 φυλασσε ακακιαν και ιδε ευθυτητα οτι εστιν εγκαταλειμμα ανθρωπω ειρηνικω

36:38 οι δε παρανομοι εξολεθρευθησονται επι το αυτο τα εγκαταλειμματα των ασεβων εξολεθρευθησονται

36:39 σωτηρια δε των δικαιων παρα κυριου και υπερασπιστης αυτων εστιν εν καιρω θλιψεως

36:40 και βοηθησει αυτοις κυριος και ρυσεται αυτους και εξελειται αυτους εξ αμαρτωλων και σωσει αυτους οτι ηλπισαν επ' αυτον

 

Created with FREE HTMLCompiler by BibleDatabase