HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Psalms 67

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48] [49] [50] [51] [52] [53] [54] [55] [56] [57] [58] [59] [60] [61] [62] [63] [64] [65] [66] [67] [68] [69] [70] [71] [72] [73] [74] [75] [76] [77] [78] [79] [80] [81] [82] [83] [84] [85] [86] [87] [88] [89] [90] [91] [92] [93] [94] [95] [96] [97] [98] [99] [100] [101] [102] [103] [104] [105] [106] [107] [108] [109] [110] [111] [112] [113] [114] [115] [116] [117] [118] [119] [120] [121] [122] [123] [124] [125] [126] [127] [128] [129] [130] [131] [132] [133] [134] [135] [136] [137] [138] [139] [140] [141] [142] [143] [144] [145] [146] [147] [148] [149] [150] [151]

67:1 εις το τελος τω δαυιδ ψαλμος ωδης

67:2 αναστητω ο θεος και διασκορπισθητωσαν οι εχθροι αυτου και φυγετωσαν οι μισουντες αυτον απο προσωπου αυτου

67:3 ως εκλειπει καπνος εκλιπετωσαν ως τηκεται κηρος απο προσωπου πυρος ουτως απολοιντο οι αμαρτωλοι απο προσωπου του θεου

67:4 και οι δικαιοι ευφρανθητωσαν αγαλλιασθωσαν ενωπιον του θεου τερφθητωσαν εν ευφροσυνη

67:5 ασατε τω θεω ψαλατε τω ονοματι αυτου οδοποιησατε τω επιβεβηκοτι επι δυσμων κυριος ονομα αυτω και αγαλλιασθε ενωπιον αυτου ταραχθησονται απο προσωπου αυτου

67:6 του πατρος των ορφανων και κριτου των χηρων ο θεος εν τοπω αγιω αυτου

67:7 ο θεος κατοικιζει μονοτροπους εν οικω εξαγων πεπεδημενους εν ανδρεια ομοιως τους παραπικραινοντας τους κατοικουντας εν ταφοις

67:8 ο θεος εν τω εκπορευεσθαι σε ενωπιον του λαου σου εν τω διαβαινειν σε εν τη ερημω διαψαλμα

67:9 γη εσεισθη και γαρ οι ουρανοι εσταξαν απο προσωπου του θεου τουτο σινα απο προσωπου του θεου ισραηλ

67:10 βροχην εκουσιον αφοριεις ο θεος τη κληρονομια σου και ησθενησεν συ δε κατηρτισω αυτην

67:11 τα ζωα σου κατοικουσιν εν αυτη ητοιμασας εν τη χρηστοτητι σου τω πτωχω ο θεος

67:12 κυριος δωσει ρημα τοις ευαγγελιζομενοις δυναμει πολλη

67:13 ο βασιλευς των δυναμεων του αγαπητου και ωραιοτητι του οικου διελεσθαι σκυλα

67:14 εαν κοιμηθητε ανα μεσον των κληρων πτερυγες περιστερας περιηργυρωμεναι και τα μεταφρενα αυτης εν χλωροτητι χρυσιου διαψαλμα

67:15 εν τω διαστελλειν τον επουρανιον βασιλεις επ' αυτης χιονωθησονται εν σελμων

67:16 ορος του θεου ορος πιον ορος τετυρωμενον ορος πιον

67:17 ινα τι υπολαμβανετε ορη τετυρωμενα το ορος ο ευδοκησεν ο θεος κατοικειν εν αυτω και γαρ ο κυριος κατασκηνωσει εις τελος

67:18 το αρμα του θεου μυριοπλασιον χιλιαδες ευθηνουντων ο κυριος εν αυτοις εν σινα εν τω αγιω

67:19 ανεβης εις υψος ηχμαλωτευσας αιχμαλωσιαν ελαβες δοματα εν ανθρωπω και γαρ απειθουντες του κατασκηνωσαι κυριος ο θεος ευλογητος

67:20 ευλογητος κυριος ημεραν καθ' ημεραν κατευοδωσει ημιν ο θεος των σωτηριων ημων διαψαλμα

67:21 ο θεος ημων θεος του σωζειν και του κυριου κυριου αι διεξοδοι του θανατου

67:22 πλην ο θεος συνθλασει κεφαλας εχθρων αυτου κορυφην τριχος διαπορευομενων εν πλημμελειαις αυτων

67:23 ειπεν κυριος εκ βασαν επιστρεψω επιστρεψω εν βυθοις θαλασσης

67:24 οπως αν βαφη ο πους σου εν αιματι η γλωσσα των κυνων σου εξ εχθρων παρ' αυτου

67:25 εθεωρηθησαν αι πορειαι σου ο θεος αι πορειαι του θεου μου του βασιλεως του εν τω αγιω

67:26 προεφθασαν αρχοντες εχομενοι ψαλλοντων εν μεσω νεανιδων τυμπανιστριων

67:27 εν εκκλησιαις ευλογειτε τον θεον τον κυριον εκ πηγων ισραηλ

67:28 εκει βενιαμιν νεωτερος εν εκστασει αρχοντες ιουδα ηγεμονες αυτων αρχοντες ζαβουλων αρχοντες νεφθαλι

67:29 εντειλαι ο θεος τη δυναμει σου δυναμωσον ο θεος τουτο ο κατειργασω ημιν

67:30 απο του ναου σου επι ιερουσαλημ σοι οισουσιν βασιλεις δωρα

67:31 επιτιμησον τοις θηριοις του καλαμου η συναγωγη των ταυρων εν ταις δαμαλεσιν των λαων του μη αποκλεισθηναι τους δεδοκιμασμενους τω αργυριω διασκορπισον εθνη τα τους πολεμους θελοντα

67:32 ηξουσιν πρεσβεις εξ αιγυπτου αιθιοπια προφθασει χειρα αυτης τω θεω

67:33 αι βασιλειαι της γης ασατε τω θεω ψαλατε τω κυριω διαψαλμα

67:34 ψαλατε τω θεω τω επιβεβηκοτι επι τον ουρανον του ουρανου κατα ανατολας ιδου δωσει εν τη φωνη αυτου φωνην δυναμεως

67:35 δοτε δοξαν τω θεω επι τον ισραηλ η μεγαλοπρεπεια αυτου και η δυναμις αυτου εν ταις νεφελαις

67:36 θαυμαστος ο θεος εν τοις αγιοις αυτου ο θεος ισραηλ αυτος δωσει δυναμιν και κραταιωσιν τω λαω αυτου ευλογητος ο θεος

 

Created with FREE HTMLCompiler by BibleDatabase