HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Psalms 77

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48] [49] [50] [51] [52] [53] [54] [55] [56] [57] [58] [59] [60] [61] [62] [63] [64] [65] [66] [67] [68] [69] [70] [71] [72] [73] [74] [75] [76] [77] [78] [79] [80] [81] [82] [83] [84] [85] [86] [87] [88] [89] [90] [91] [92] [93] [94] [95] [96] [97] [98] [99] [100] [101] [102] [103] [104] [105] [106] [107] [108] [109] [110] [111] [112] [113] [114] [115] [116] [117] [118] [119] [120] [121] [122] [123] [124] [125] [126] [127] [128] [129] [130] [131] [132] [133] [134] [135] [136] [137] [138] [139] [140] [141] [142] [143] [144] [145] [146] [147] [148] [149] [150] [151]

77:1 συνεσεως τω ασαφ προσεχετε λαος μου τον νομον μου κλινατε το ους υμων εις τα ρηματα του στοματος μου

77:2 ανοιξω εν παραβολαις το στομα μου φθεγξομαι προβληματα απ' αρχης

77:3 οσα ηκουσαμεν και εγνωμεν αυτα και οι πατερες ημων διηγησαντο ημιν

77:4 ουκ εκρυβη απο των τεκνων αυτων εις γενεαν ετεραν απαγγελλοντες τας αινεσεις του κυριου και τας δυναστειας αυτου και τα θαυμασια αυτου α εποιησεν

77:5 και ανεστησεν μαρτυριον εν ιακωβ και νομον εθετο εν ισραηλ οσα ενετειλατο τοις πατρασιν ημων του γνωρισαι αυτα τοις υιοις αυτων

77:6 οπως αν γνω γενεα ετερα υιοι οι τεχθησομενοι και αναστησονται και απαγγελουσιν αυτα τοις υιοις αυτων

77:7 ινα θωνται επι τον θεον την ελπιδα αυτων και μη επιλαθωνται των εργων του θεου και τας εντολας αυτου εκζητησουσιν

77:8 ινα μη γενωνται ως οι πατερες αυτων γενεα σκολια και παραπικραινουσα γενεα ητις ου κατηυθυνεν την καρδιαν αυτης και ουκ επιστωθη μετα του θεου το πνευμα αυτης

77:9 υιοι εφραιμ εντεινοντες και βαλλοντες τοξοις εστραφησαν εν ημερα πολεμου

77:10 ουκ εφυλαξαν την διαθηκην του θεου και εν τω νομω αυτου ουκ ηθελον πορευεσθαι

77:11 και επελαθοντο των ευεργεσιων αυτου και των θαυμασιων αυτου ων εδειξεν αυτοις

77:12 εναντιον των πατερων αυτων α εποιησεν θαυμασια εν γη αιγυπτω εν πεδιω τανεως

77:13 διερρηξεν θαλασσαν και διηγαγεν αυτους εστησεν υδατα ωσει ασκον

77:14 και ωδηγησεν αυτους εν νεφελη ημερας και ολην την νυκτα εν φωτισμω πυρος

77:15 διερρηξεν πετραν εν ερημω και εποτισεν αυτους ως εν αβυσσω πολλη

77:16 και εξηγαγεν υδωρ εκ πετρας και κατηγαγεν ως ποταμους υδατα

77:17 και προσεθεντο ετι του αμαρτανειν αυτω παρεπικραναν τον υψιστον εν ανυδρω

77:18 και εξεπειρασαν τον θεον εν ταις καρδιαις αυτων του αιτησαι βρωματα ταις ψυχαις αυτων

77:19 και κατελαλησαν του θεου και ειπαν μη δυνησεται ο θεος ετοιμασαι τραπεζαν εν ερημω

77:20 επει επαταξεν πετραν και ερρυησαν υδατα και χειμαρροι κατεκλυσθησαν μη και αρτον δυναται δουναι η ετοιμασαι τραπεζαν τω λαω αυτου

77:21 δια τουτο ηκουσεν κυριος και ανεβαλετο και πυρ ανηφθη εν ιακωβ και οργη ανεβη επι τον ισραηλ

77:22 οτι ουκ επιστευσαν εν τω θεω ουδε ηλπισαν επι το σωτηριον αυτου

77:23 και ενετειλατο νεφελαις υπερανωθεν και θυρας ουρανου ανεωξεν

77:24 και εβρεξεν αυτοις μαννα φαγειν και αρτον ουρανου εδωκεν αυτοις

77:25 αρτον αγγελων εφαγεν ανθρωπος επισιτισμον απεστειλεν αυτοις εις πλησμονην

77:26 απηρεν νοτον εξ ουρανου και επηγαγεν εν τη δυναστεια αυτου λιβα

77:27 και εβρεξεν επ' αυτους ωσει χουν σαρκας και ωσει αμμον θαλασσων πετεινα πτερωτα

77:28 και επεπεσον εις μεσον της παρεμβολης αυτων κυκλω των σκηνωματων αυτων

77:29 και εφαγοσαν και ενεπλησθησαν σφοδρα και την επιθυμιαν αυτων ηνεγκεν αυτοις

77:30 ουκ εστερηθησαν απο της επιθυμιας αυτων ετι της βρωσεως αυτων ουσης εν τω στοματι αυτων

77:31 και οργη του θεου ανεβη επ' αυτους και απεκτεινεν εν τοις πιοσιν αυτων και τους εκλεκτους του ισραηλ συνεποδισεν

77:32 εν πασιν τουτοις ημαρτον ετι και ουκ επιστευσαν εν τοις θαυμασιοις αυτου

77:33 και εξελιπον εν ματαιοτητι αι ημεραι αυτων και τα ετη αυτων μετα σπουδης

77:34 οταν απεκτεννεν αυτους εξεζητουν αυτον και επεστρεφον και ωρθριζον προς τον θεον

77:35 και εμνησθησαν οτι ο θεος βοηθος αυτων εστιν και ο θεος ο υψιστος λυτρωτης αυτων εστιν

77:36 και ηπατησαν αυτον εν τω στοματι αυτων και τη γλωσση αυτων εψευσαντο αυτω

77:37 η δε καρδια αυτων ουκ ευθεια μετ' αυτου ουδε επιστωθησαν εν τη διαθηκη αυτου

77:38 αυτος δε εστιν οικτιρμων και ιλασεται ταις αμαρτιαις αυτων και ου διαφθερει και πληθυνει του αποστρεψαι τον θυμον αυτου και ουχι εκκαυσει πασαν την οργην αυτου

77:39 και εμνησθη οτι σαρξ εισιν πνευμα πορευομενον και ουκ επιστρεφον

77:40 ποσακις παρεπικραναν αυτον εν τη ερημω παρωργισαν αυτον εν γη ανυδρω

77:41 και επεστρεψαν και επειρασαν τον θεον και τον αγιον του ισραηλ παρωξυναν

77:42 ουκ εμνησθησαν της χειρος αυτου ημερας ης ελυτρωσατο αυτους εκ χειρος θλιβοντος

77:43 ως εθετο εν αιγυπτω τα σημεια αυτου και τα τερατα αυτου εν πεδιω τανεως

77:44 και μετεστρεψεν εις αιμα τους ποταμους αυτων και τα ομβρηματα αυτων οπως μη πιωσιν

77:45 εξαπεστειλεν εις αυτους κυνομυιαν και κατεφαγεν αυτους και βατραχον και διεφθειρεν αυτους

77:46 και εδωκεν τη ερυσιβη τον καρπον αυτων και τους πονους αυτων τη ακριδι

77:47 απεκτεινεν εν χαλαζη την αμπελον αυτων και τας συκαμινους αυτων εν τη παχνη

77:48 και παρεδωκεν εις χαλαζαν τα κτηνη αυτων και την υπαρξιν αυτων τω πυρι

77:49 εξαπεστειλεν εις αυτους οργην θυμου αυτου θυμον και οργην και θλιψιν αποστολην δι' αγγελων πονηρων

77:50 ωδοποιησεν τριβον τη οργη αυτου ουκ εφεισατο απο θανατου των ψυχων αυτων και τα κτηνη αυτων εις θανατον συνεκλεισεν

77:51 και επαταξεν παν πρωτοτοκον εν αιγυπτω απαρχην των πονων αυτων εν τοις σκηνωμασι χαμ

77:52 και απηρεν ως προβατα τον λαον αυτου και ανηγαγεν αυτους ως ποιμνιον εν ερημω

77:53 και ωδηγησεν αυτους εν ελπιδι και ουκ εδειλιασαν και τους εχθρους αυτων εκαλυψεν θαλασσα

77:54 και εισηγαγεν αυτους εις οριον αγιασματος αυτου ορος τουτο ο εκτησατο η δεξια αυτου

77:55 και εξεβαλεν απο προσωπου αυτων εθνη και εκληροδοτησεν αυτους εν σχοινιω κληροδοσιας και κατεσκηνωσεν εν τοις σκηνωμασιν αυτων τας φυλας του ισραηλ

77:56 και επειρασαν και παρεπικραναν τον θεον τον υψιστον και τα μαρτυρια αυτου ουκ εφυλαξαντο

77:57 και απεστρεψαν και ησυνθετησαν καθως και οι πατερες αυτων και μετεστραφησαν εις τοξον στρεβλον

77:58 και παρωργισαν αυτον εν τοις βουνοις αυτων και εν τοις γλυπτοις αυτων παρεζηλωσαν αυτον

77:59 ηκουσεν ο θεος και υπερειδεν και εξουδενωσεν σφοδρα τον ισραηλ

77:60 και απωσατο την σκηνην σηλωμ σκηνωμα αυτου ου κατεσκηνωσεν εν ανθρωποις

77:61 και παρεδωκεν εις αιχμαλωσιαν την ισχυν αυτων και την καλλονην αυτων εις χειρας εχθρου

77:62 και συνεκλεισεν εις ρομφαιαν τον λαον αυτου και την κληρονομιαν αυτου υπερειδεν

77:63 τους νεανισκους αυτων κατεφαγεν πυρ και αι παρθενοι αυτων ουκ επενθηθησαν

77:64 οι ιερεις αυτων εν ρομφαια επεσαν και αι χηραι αυτων ου κλαυσθησονται

77:65 και εξηγερθη ως ο υπνων κυριος ως δυνατος κεκραιπαληκως εξ οινου

77:66 και επαταξεν τους εχθρους αυτου εις τα οπισω ονειδος αιωνιον εδωκεν αυτοις

77:67 και απωσατο το σκηνωμα ιωσηφ και την φυλην εφραιμ ουκ εξελεξατο

77:68 και εξελεξατο την φυλην ιουδα το ορος το σιων ο ηγαπησεν

77:69 και ωκοδομησεν ως μονοκερωτων το αγιασμα αυτου εν τη γη εθεμελιωσεν αυτην εις τον αιωνα

77:70 και εξελεξατο δαυιδ τον δουλον αυτου και ανελαβεν αυτον εκ των ποιμνιων των προβατων

77:71 εξοπισθεν των λοχευομενων ελαβεν αυτον ποιμαινειν ιακωβ τον λαον αυτου και ισραηλ την κληρονομιαν αυτου

77:72 και εποιμανεν αυτους εν τη ακακια της καρδιας αυτου και εν ταις συνεσεσι των χειρων αυτου ωδηγησεν αυτους

 

Created with FREE HTMLCompiler by BibleDatabase