HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Psalms 88

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48] [49] [50] [51] [52] [53] [54] [55] [56] [57] [58] [59] [60] [61] [62] [63] [64] [65] [66] [67] [68] [69] [70] [71] [72] [73] [74] [75] [76] [77] [78] [79] [80] [81] [82] [83] [84] [85] [86] [87] [88] [89] [90] [91] [92] [93] [94] [95] [96] [97] [98] [99] [100] [101] [102] [103] [104] [105] [106] [107] [108] [109] [110] [111] [112] [113] [114] [115] [116] [117] [118] [119] [120] [121] [122] [123] [124] [125] [126] [127] [128] [129] [130] [131] [132] [133] [134] [135] [136] [137] [138] [139] [140] [141] [142] [143] [144] [145] [146] [147] [148] [149] [150] [151]

88:1 συνεσεως αιθαν τω ισραηλιτη

88:2 τα ελεη σου κυριε εις τον αιωνα ασομαι εις γενεαν και γενεαν απαγγελω την αληθειαν σου εν τω στοματι μου

88:3 οτι ειπας εις τον αιωνα ελεος οικοδομηθησεται εν τοις ουρανοις ετοιμασθησεται η αληθεια σου

88:4 διεθεμην διαθηκην τοις εκλεκτοις μου ωμοσα δαυιδ τω δουλω μου

88:5 εως του αιωνος ετοιμασω το σπερμα σου και οικοδομησω εις γενεαν και γενεαν τον θρονον σου διαψαλμα

88:6 εξομολογησονται οι ουρανοι τα θαυμασια σου κυριε και την αληθειαν σου εν εκκλησια αγιων

88:7 οτι τις εν νεφελαις ισωθησεται τω κυριω και τις ομοιωθησεται τω κυριω εν υιοις θεου

88:8 ο θεος ενδοξαζομενος εν βουλη αγιων μεγας και φοβερος επι παντας τους περικυκλω αυτου

88:9 κυριε ο θεος των δυναμεων τις ομοιος σοι δυνατος ει κυριε και η αληθεια σου κυκλω σου

88:10 συ δεσποζεις του κρατους της θαλασσης τον δε σαλον των κυματων αυτης συ καταπραυνεις

88:11 συ εταπεινωσας ως τραυματιαν υπερηφανον και εν τω βραχιονι της δυναμεως σου διεσκορπισας τους εχθρους σου

88:12 σοι εισιν οι ουρανοι και ση εστιν η γη την οικουμενην και το πληρωμα αυτης συ εθεμελιωσας

88:13 τον βορραν και θαλασσας συ εκτισας θαβωρ και ερμων εν τω ονοματι σου αγαλλιασονται

88:14 σος ο βραχιων μετα δυναστειας κραταιωθητω η χειρ σου υψωθητω η δεξια σου

88:15 δικαιοσυνη και κριμα ετοιμασια του θρονου σου ελεος και αληθεια προπορευσεται προ προσωπου σου

88:16 μακαριος ο λαος ο γινωσκων αλαλαγμον κυριε εν τω φωτι του προσωπου σου πορευσονται

88:17 και εν τω ονοματι σου αγαλλιασονται ολην την ημεραν και εν τη δικαιοσυνη σου υψωθησονται

88:18 οτι το καυχημα της δυναμεως αυτων ει συ και εν τη ευδοκια σου υψωθησεται το κερας ημων

88:19 οτι του κυριου η αντιλημψις και του αγιου ισραηλ βασιλεως ημων

88:20 τοτε ελαλησας εν ορασει τοις οσιοις σου και ειπας εθεμην βοηθειαν επι δυνατον υψωσα εκλεκτον εκ του λαου μου

88:21 ευρον δαυιδ τον δουλον μου εν ελαιω αγιω μου εχρισα αυτον

88:22 η γαρ χειρ μου συναντιλημψεται αυτω και ο βραχιων μου κατισχυσει αυτον

88:23 ουκ ωφελησει εχθρος εν αυτω και υιος ανομιας ου προσθησει του κακωσαι αυτον

88:24 και συγκοψω τους εχθρους αυτου απο προσωπου αυτου και τους μισουντας αυτον τροπωσομαι

88:25 και η αληθεια μου και το ελεος μου μετ' αυτου και εν τω ονοματι μου υψωθησεται το κερας αυτου

88:26 και θησομαι εν θαλασση χειρα αυτου και εν ποταμοις δεξιαν αυτου

88:27 αυτος επικαλεσεται με πατηρ μου ει συ θεος μου και αντιλημπτωρ της σωτηριας μου

88:28 καγω πρωτοτοκον θησομαι αυτον υψηλον παρα τοις βασιλευσιν της γης

88:29 εις τον αιωνα φυλαξω αυτω το ελεος μου και η διαθηκη μου πιστη αυτω

88:30 και θησομαι εις τον αιωνα του αιωνος το σπερμα αυτου και τον θρονον αυτου ως τας ημερας του ουρανου

88:31 εαν εγκαταλιπωσιν οι υιοι αυτου τον νομον μου και τοις κριμασιν μου μη πορευθωσιν

88:32 εαν τα δικαιωματα μου βεβηλωσουσιν και τας εντολας μου μη φυλαξωσιν

88:33 επισκεψομαι εν ραβδω τας ανομιας αυτων και εν μαστιξιν τας αμαρτιας αυτων

88:34 το δε ελεος μου ου μη διασκεδασω απ' αυτου ουδε μη αδικησω εν τη αληθεια μου

88:35 ουδε μη βεβηλωσω την διαθηκην μου και τα εκπορευομενα δια των χειλεων μου ου μη αθετησω

88:36 απαξ ωμοσα εν τω αγιω μου ει τω δαυιδ ψευσομαι

88:37 το σπερμα αυτου εις τον αιωνα μενει και ο θρονος αυτου ως ο ηλιος εναντιον μου

88:38 και ως η σεληνη κατηρτισμενη εις τον αιωνα και ο μαρτυς εν ουρανω πιστος διαψαλμα

88:39 συ δε απωσω και εξουδενωσας ανεβαλου τον χριστον σου

88:40 κατεστρεψας την διαθηκην του δουλου σου εβεβηλωσας εις την γην το αγιασμα αυτου

88:41 καθειλες παντας τους φραγμους αυτου εθου τα οχυρωματα αυτου δειλιαν

88:42 διηρπασαν αυτον παντες οι διοδευοντες οδον εγενηθη ονειδος τοις γειτοσιν αυτου

88:43 υψωσας την δεξιαν των εχθρων αυτου ευφρανας παντας τους εχθρους αυτου

88:44 απεστρεψας την βοηθειαν της ρομφαιας αυτου και ουκ αντελαβου αυτου εν τω πολεμω

88:45 κατελυσας απο καθαρισμου αυτον τον θρονον αυτου εις την γην κατερραξας

88:46 εσμικρυνας τας ημερας του χρονου αυτου κατεχεας αυτου αισχυνην διαψαλμα

88:47 εως ποτε κυριε αποστρεψεις εις τελος εκκαυθησεται ως πυρ η οργη σου

88:48 μνησθητι τις μου η υποστασις μη γαρ ματαιως εκτισας παντας τους υιους των ανθρωπων

88:49 τις εστιν ανθρωπος ος ζησεται και ουκ οψεται θανατον ρυσεται την ψυχην αυτου εκ χειρος αδου διαψαλμα

88:50 που εισιν τα ελεη σου τα αρχαια κυριε α ωμοσας τω δαυιδ εν τη αληθεια σου

88:51 μνησθητι κυριε του ονειδισμου των δουλων σου ου υπεσχον εν τω κολπω μου πολλων εθνων

88:52 ου ωνειδισαν οι εχθροι σου κυριε ου ωνειδισαν το ανταλλαγμα του χριστου σου

88:53 ευλογητος κυριος εις τον αιωνα γενοιτο γενοιτο

 

Created with FREE HTMLCompiler by BibleDatabase