HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Psalms 104

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48] [49] [50] [51] [52] [53] [54] [55] [56] [57] [58] [59] [60] [61] [62] [63] [64] [65] [66] [67] [68] [69] [70] [71] [72] [73] [74] [75] [76] [77] [78] [79] [80] [81] [82] [83] [84] [85] [86] [87] [88] [89] [90] [91] [92] [93] [94] [95] [96] [97] [98] [99] [100] [101] [102] [103] [104] [105] [106] [107] [108] [109] [110] [111] [112] [113] [114] [115] [116] [117] [118] [119] [120] [121] [122] [123] [124] [125] [126] [127] [128] [129] [130] [131] [132] [133] [134] [135] [136] [137] [138] [139] [140] [141] [142] [143] [144] [145] [146] [147] [148] [149] [150] [151]

104:1 αλληλουια εξομολογεισθε τω κυριω και επικαλεισθε το ονομα αυτου απαγγειλατε εν τοις εθνεσιν τα εργα αυτου

104:2 ασατε αυτω και ψαλατε αυτω διηγησασθε παντα τα θαυμασια αυτου

104:3 επαινεισθε εν τω ονοματι τω αγιω αυτου ευφρανθητω καρδια ζητουντων τον κυριον

104:4 ζητησατε τον κυριον και κραταιωθητε ζητησατε το προσωπον αυτου δια παντος

104:5 μνησθητε των θαυμασιων αυτου ων εποιησεν τα τερατα αυτου και τα κριματα του στοματος αυτου

104:6 σπερμα αβρααμ δουλοι αυτου υιοι ιακωβ εκλεκτοι αυτου

104:7 αυτος κυριος ο θεος ημων εν παση τη γη τα κριματα αυτου

104:8 εμνησθη εις τον αιωνα διαθηκης αυτου λογου ου ενετειλατο εις χιλιας γενεας

104:9 ον διεθετο τω αβρααμ και του ορκου αυτου τω ισαακ

104:10 και εστησεν αυτην τω ιακωβ εις προσταγμα και τω ισραηλ διαθηκην αιωνιον

104:11 λεγων σοι δωσω την γην χανααν σχοινισμα κληρονομιας υμων

104:12 εν τω ειναι αυτους αριθμω βραχεις ολιγοστους και παροικους εν αυτη

104:13 και διηλθον εξ εθνους εις εθνος εκ βασιλειας εις λαον ετερον

104:14 ουκ αφηκεν ανθρωπον αδικησαι αυτους και ηλεγξεν υπερ αυτων βασιλεις

104:15 μη απτεσθε των χριστων μου και εν τοις προφηταις μου μη πονηρευεσθε

104:16 και εκαλεσεν λιμον επι την γην παν στηριγμα αρτου συνετριψεν

104:17 απεστειλεν εμπροσθεν αυτων ανθρωπον εις δουλον επραθη ιωσηφ

104:18 εταπεινωσαν εν πεδαις τους ποδας αυτου σιδηρον διηλθεν η ψυχη αυτου

104:19 μεχρι του ελθειν τον λογον αυτου το λογιον κυριου επυρωσεν αυτον

104:20 απεστειλεν βασιλευς και ελυσεν αυτον αρχων λαων και αφηκεν αυτον

104:21 κατεστησεν αυτον κυριον του οικου αυτου και αρχοντα πασης της κτησεως αυτου

104:22 του παιδευσαι τους αρχοντας αυτου ως εαυτον και τους πρεσβυτερους αυτου σοφισαι

104:23 και εισηλθεν ισραηλ εις αιγυπτον και ιακωβ παρωκησεν εν γη χαμ

104:24 και ηυξησεν τον λαον αυτου σφοδρα και εκραταιωσεν αυτον υπερ τους εχθρους αυτου

104:25 μετεστρεψεν την καρδιαν αυτων του μισησαι τον λαον αυτου του δολιουσθαι εν τοις δουλοις αυτου

104:26 εξαπεστειλεν μωυσην τον δουλον αυτου ααρων ον εξελεξατο αυτον

104:27 εθετο εν αυτοις τους λογους των σημειων αυτου και των τερατων εν γη χαμ

104:28 εξαπεστειλεν σκοτος και εσκοτασεν και παρεπικραναν τους λογους αυτου

104:29 μετεστρεψεν τα υδατα αυτων εις αιμα και απεκτεινεν τους ιχθυας αυτων

104:30 εξηρψεν η γη αυτων βατραχους εν τοις ταμιειοις των βασιλεων αυτων

104:31 ειπεν και ηλθεν κυνομυια και σκνιπες εν πασι τοις οριοις αυτων

104:32 εθετο τας βροχας αυτων χαλαζαν πυρ καταφλεγον εν τη γη αυτων

104:33 και επαταξεν τας αμπελους αυτων και τας συκας αυτων και συνετριψεν παν ξυλον οριου αυτων

104:34 ειπεν και ηλθεν ακρις και βρουχος ου ουκ ην αριθμος

104:35 και κατεφαγεν παντα τον χορτον εν τη γη αυτων και κατεφαγεν τον καρπον της γης αυτων

104:36 και επαταξεν παν πρωτοτοκον εν τη γη αυτων απαρχην παντος πονου αυτων

104:37 και εξηγαγεν αυτους εν αργυριω και χρυσιω και ουκ ην εν ταις φυλαις αυτων ασθενων

104:38 ευφρανθη αιγυπτος εν τη εξοδω αυτων οτι επεπεσεν ο φοβος αυτων επ' αυτους

104:39 διεπετασεν νεφελην εις σκεπην αυτοις και πυρ του φωτισαι αυτοις την νυκτα

104:40 ητησαν και ηλθεν ορτυγομητρα και αρτον ουρανου ενεπλησεν αυτους

104:41 διερρηξεν πετραν και ερρυησαν υδατα επορευθησαν εν ανυδροις ποταμοι

104:42 οτι εμνησθη του λογου του αγιου αυτου του προς αβρααμ τον δουλον αυτου

104:43 και εξηγαγεν τον λαον αυτου εν αγαλλιασει και τους εκλεκτους αυτου εν ευφροσυνη

104:44 και εδωκεν αυτοις χωρας εθνων και πονους λαων εκληρονομησαν

104:45 οπως αν φυλαξωσιν τα δικαιωματα αυτου και τον νομον αυτου εκζητησωσιν

 

Created with FREE HTMLCompiler by BibleDatabase