HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Psalms 105

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48] [49] [50] [51] [52] [53] [54] [55] [56] [57] [58] [59] [60] [61] [62] [63] [64] [65] [66] [67] [68] [69] [70] [71] [72] [73] [74] [75] [76] [77] [78] [79] [80] [81] [82] [83] [84] [85] [86] [87] [88] [89] [90] [91] [92] [93] [94] [95] [96] [97] [98] [99] [100] [101] [102] [103] [104] [105] [106] [107] [108] [109] [110] [111] [112] [113] [114] [115] [116] [117] [118] [119] [120] [121] [122] [123] [124] [125] [126] [127] [128] [129] [130] [131] [132] [133] [134] [135] [136] [137] [138] [139] [140] [141] [142] [143] [144] [145] [146] [147] [148] [149] [150] [151]

105:1 αλληλουια εξομολογεισθε τω κυριω οτι χρηστος οτι εις τον αιωνα το ελεος αυτου

105:2 τις λαλησει τας δυναστειας του κυριου ακουστας ποιησει πασας τας αινεσεις αυτου

105:3 μακαριοι οι φυλασσοντες κρισιν και ποιουντες δικαιοσυνην εν παντι καιρω

105:4 μνησθητι ημων κυριε εν τη ευδοκια του λαου σου επισκεψαι ημας εν τω σωτηριω σου

105:5 του ιδειν εν τη χρηστοτητι των εκλεκτων σου του ευφρανθηναι εν τη ευφροσυνη του εθνους σου του επαινεισθαι μετα της κληρονομιας σου

105:6 ημαρτομεν μετα των πατερων ημων ηνομησαμεν ηδικησαμεν

105:7 οι πατερες ημων εν αιγυπτω ου συνηκαν τα θαυμασια σου ουκ εμνησθησαν του πληθους του ελεους σου και παρεπικραναν αναβαινοντες εν τη ερυθρα θαλασση

105:8 και εσωσεν αυτους ενεκεν του ονοματος αυτου του γνωρισαι την δυναστειαν αυτου

105:9 και επετιμησεν τη ερυθρα θαλασση και εξηρανθη και ωδηγησεν αυτους εν αβυσσω ως εν ερημω

105:10 και εσωσεν αυτους εκ χειρος μισουντων και ελυτρωσατο αυτους εκ χειρος εχθρου

105:11 και εκαλυψεν υδωρ τους θλιβοντας αυτους εις εξ αυτων ουχ υπελειφθη

105:12 και επιστευσαν εν τοις λογοις αυτου και ησαν την αινεσιν αυτου

105:13 εταχυναν επελαθοντο των εργων αυτου ουχ υπεμειναν την βουλην αυτου

105:14 και επεθυμησαν επιθυμιαν εν τη ερημω και επειρασαν τον θεον εν ανυδρω

105:15 και εδωκεν αυτοις το αιτημα αυτων και εξαπεστειλεν πλησμονην εις τας ψυχας αυτων

105:16 και παρωργισαν μωυσην εν τη παρεμβολη και ααρων τον αγιον κυριου

105:17 ηνοιχθη η γη και κατεπιεν δαθαν και εκαλυψεν επι την συναγωγην αβιρων

105:18 και εξεκαυθη πυρ εν τη συναγωγη αυτων φλοξ κατεφλεξεν αμαρτωλους

105:19 και εποιησαν μοσχον εν χωρηβ και προσεκυνησαν τω γλυπτω

105:20 και ηλλαξαντο την δοξαν αυτων εν ομοιωματι μοσχου εσθοντος χορτον

105:21 επελαθοντο του θεου του σωζοντος αυτους του ποιησαντος μεγαλα εν αιγυπτω

105:22 θαυμαστα εν γη χαμ φοβερα επι θαλασσης ερυθρας

105:23 και ειπεν του εξολεθρευσαι αυτους ει μη μωυσης ο εκλεκτος αυτου εστη εν τη θραυσει ενωπιον αυτου του αποστρεψαι την οργην αυτου του μη εξολεθρευσαι

105:24 και εξουδενωσαν γην επιθυμητην ουκ επιστευσαν τω λογω αυτου

105:25 και εγογγυσαν εν τοις σκηνωμασιν αυτων ουκ εισηκουσαν της φωνης κυριου

105:26 και επηρεν την χειρα αυτου αυτοις του καταβαλειν αυτους εν τη ερημω

105:27 και του καταβαλειν το σπερμα αυτων εν τοις εθνεσιν και διασκορπισαι αυτους εν ταις χωραις

105:28 και ετελεσθησαν τω βεελφεγωρ και εφαγον θυσιας νεκρων

105:29 και παρωξυναν αυτον εν τοις επιτηδευμασιν αυτων και επληθυνθη εν αυτοις η πτωσις

105:30 και εστη φινεες και εξιλασατο και εκοπασεν η θραυσις

105:31 και ελογισθη αυτω εις δικαιοσυνην εις γενεαν και γενεαν εως του αιωνος

105:32 και παρωργισαν αυτον εφ' υδατος αντιλογιας και εκακωθη μωυσης δι' αυτους

105:33 οτι παρεπικραναν το πνευμα αυτου και διεστειλεν εν τοις χειλεσιν αυτου

105:34 ουκ εξωλεθρευσαν τα εθνη α ειπεν κυριος αυτοις

105:35 και εμιγησαν εν τοις εθνεσιν και εμαθον τα εργα αυτων

105:36 και εδουλευσαν τοις γλυπτοις αυτων και εγενηθη αυτοις εις σκανδαλον

105:37 και εθυσαν τους υιους αυτων και τας θυγατερας αυτων τοις δαιμονιοις

105:38 και εξεχεαν αιμα αθωον αιμα υιων αυτων και θυγατερων ων εθυσαν τοις γλυπτοις χανααν και εφονοκτονηθη η γη εν τοις αιμασιν

105:39 και εμιανθη εν τοις εργοις αυτων και επορνευσαν εν τοις επιτηδευμασιν αυτων

105:40 και ωργισθη θυμω κυριος επι τον λαον αυτου και εβδελυξατο την κληρονομιαν αυτου

105:41 και παρεδωκεν αυτους εις χειρας εθνων και εκυριευσαν αυτων οι μισουντες αυτους

105:42 και εθλιψαν αυτους οι εχθροι αυτων και εταπεινωθησαν υπο τας χειρας αυτων

105:43 πλεονακις ερρυσατο αυτους αυτοι δε παρεπικραναν αυτον εν τη βουλη αυτων και εταπεινωθησαν εν ταις ανομιαις αυτων

105:44 και ειδεν εν τω θλιβεσθαι αυτους εν τω αυτον εισακουσαι της δεησεως αυτων

105:45 και εμνησθη της διαθηκης αυτου και μετεμεληθη κατα το πληθος του ελεους αυτου

105:46 και εδωκεν αυτους εις οικτιρμους εναντιον παντων των αιχμαλωτισαντων αυτους

105:47 σωσον ημας κυριε ο θεος ημων και επισυναγαγε ημας εκ των εθνων του εξομολογησασθαι τω ονοματι τω αγιω σου του εγκαυχασθαι εν τη αινεσει σου

105:48 ευλογητος κυριος ο θεος ισραηλ απο του αιωνος και εως του αιωνος και ερει πας ο λαος γενοιτο γενοιτο

 

Created with FREE HTMLCompiler by BibleDatabase