HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Psalms 106

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48] [49] [50] [51] [52] [53] [54] [55] [56] [57] [58] [59] [60] [61] [62] [63] [64] [65] [66] [67] [68] [69] [70] [71] [72] [73] [74] [75] [76] [77] [78] [79] [80] [81] [82] [83] [84] [85] [86] [87] [88] [89] [90] [91] [92] [93] [94] [95] [96] [97] [98] [99] [100] [101] [102] [103] [104] [105] [106] [107] [108] [109] [110] [111] [112] [113] [114] [115] [116] [117] [118] [119] [120] [121] [122] [123] [124] [125] [126] [127] [128] [129] [130] [131] [132] [133] [134] [135] [136] [137] [138] [139] [140] [141] [142] [143] [144] [145] [146] [147] [148] [149] [150] [151]

106:1 αλληλουια εξομολογεισθε τω κυριω οτι χρηστος οτι εις τον αιωνα το ελεος αυτου

106:2 ειπατωσαν οι λελυτρωμενοι υπο κυριου ους ελυτρωσατο εκ χειρος εχθρου

106:3 εκ των χωρων συνηγαγεν αυτους απο ανατολων και δυσμων και βορρα και θαλασσης

106:4 επλανηθησαν εν τη ερημω εν ανυδρω οδον πολεως κατοικητηριου ουχ ευρον

106:5 πεινωντες και διψωντες η ψυχη αυτων εν αυτοις εξελιπεν

106:6 και εκεκραξαν προς κυριον εν τω θλιβεσθαι αυτους και εκ των αναγκων αυτων ερρυσατο αυτους

106:7 και ωδηγησεν αυτους εις οδον ευθειαν του πορευθηναι εις πολιν κατοικητηριου

106:8 εξομολογησασθωσαν τω κυριω τα ελεη αυτου και τα θαυμασια αυτου τοις υιοις των ανθρωπων

106:9 οτι εχορτασεν ψυχην κενην και ψυχην πεινωσαν ενεπλησεν αγαθων

106:10 καθημενους εν σκοτει και σκια θανατου πεπεδημενους εν πτωχεια και σιδηρω

106:11 οτι παρεπικραναν τα λογια του θεου και την βουλην του υψιστου παρωξυναν

106:12 και εταπεινωθη εν κοποις η καρδια αυτων ησθενησαν και ουκ ην ο βοηθων

106:13 και εκεκραξαν προς κυριον εν τω θλιβεσθαι αυτους και εκ των αναγκων αυτων εσωσεν αυτους

106:14 και εξηγαγεν αυτους εκ σκοτους και σκιας θανατου και τους δεσμους αυτων διερρηξεν

106:15 εξομολογησασθωσαν τω κυριω τα ελεη αυτου και τα θαυμασια αυτου τοις υιοις των ανθρωπων

106:16 οτι συνετριψεν πυλας χαλκας και μοχλους σιδηρους συνεκλασεν

106:17 αντελαβετο αυτων εξ οδου ανομιας αυτων δια γαρ τας ανομιας αυτων εταπεινωθησαν

106:18 παν βρωμα εβδελυξατο η ψυχη αυτων και ηγγισαν εως των πυλων του θανατου

106:19 και εκεκραξαν προς κυριον εν τω θλιβεσθαι αυτους και εκ των αναγκων αυτων εσωσεν αυτους

106:20 απεστειλεν τον λογον αυτου και ιασατο αυτους και ερρυσατο αυτους εκ των διαφθορων αυτων

106:21 εξομολογησασθωσαν τω κυριω τα ελεη αυτου και τα θαυμασια αυτου τοις υιοις των ανθρωπων

106:22 και θυσατωσαν θυσιαν αινεσεως και εξαγγειλατωσαν τα εργα αυτου εν αγαλλιασει

106:23 οι καταβαινοντες εις την θαλασσαν εν πλοιοις ποιουντες εργασιαν εν υδασι πολλοις

106:24 αυτοι ειδοσαν τα εργα κυριου και τα θαυμασια αυτου εν τω βυθω

106:25 ειπεν και εστη πνευμα καταιγιδος και υψωθη τα κυματα αυτης

106:26 αναβαινουσιν εως των ουρανων και καταβαινουσιν εως των αβυσσων η ψυχη αυτων εν κακοις ετηκετο

106:27 εταραχθησαν εσαλευθησαν ως ο μεθυων και πασα η σοφια αυτων κατεποθη

106:28 και εκεκραξαν προς κυριον εν τω θλιβεσθαι αυτους και εκ των αναγκων αυτων εξηγαγεν αυτους

106:29 και επεταξεν τη καταιγιδι και εστη εις αυραν και εσιγησαν τα κυματα αυτης

106:30 και ευφρανθησαν οτι ησυχασαν και ωδηγησεν αυτους επι λιμενα θεληματος αυτων

106:31 εξομολογησασθωσαν τω κυριω τα ελεη αυτου και τα θαυμασια αυτου τοις υιοις των ανθρωπων

106:32 υψωσατωσαν αυτον εν εκκλησια λαου και εν καθεδρα πρεσβυτερων αινεσατωσαν αυτον

106:33 εθετο ποταμους εις ερημον και διεξοδους υδατων εις διψαν

106:34 γην καρποφορον εις αλμην απο κακιας των κατοικουντων εν αυτη

106:35 εθετο ερημον εις λιμνας υδατων και γην ανυδρον εις διεξοδους υδατων

106:36 και κατωκισεν εκει πεινωντας και συνεστησαντο πολιν κατοικεσιας

106:37 και εσπειραν αγρους και εφυτευσαν αμπελωνας και εποιησαν καρπον γενηματος

106:38 και ευλογησεν αυτους και επληθυνθησαν σφοδρα και τα κτηνη αυτων ουκ εσμικρυνεν

106:39 και ωλιγωθησαν και εκακωθησαν απο θλιψεως κακων και οδυνης

106:40 εξεχυθη εξουδενωσις επ' αρχοντας και επλανησεν αυτους εν αβατω και ουχ οδω

106:41 και εβοηθησεν πενητι εκ πτωχειας και εθετο ως προβατα πατριας

106:42 οψονται ευθεις και ευφρανθησονται και πασα ανομια εμφραξει το στομα αυτης

106:43 τις σοφος και φυλαξει ταυτα και συνησουσιν τα ελεη του κυριου

 

Created with FREE HTMLCompiler by BibleDatabase