HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Psalms 117

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48] [49] [50] [51] [52] [53] [54] [55] [56] [57] [58] [59] [60] [61] [62] [63] [64] [65] [66] [67] [68] [69] [70] [71] [72] [73] [74] [75] [76] [77] [78] [79] [80] [81] [82] [83] [84] [85] [86] [87] [88] [89] [90] [91] [92] [93] [94] [95] [96] [97] [98] [99] [100] [101] [102] [103] [104] [105] [106] [107] [108] [109] [110] [111] [112] [113] [114] [115] [116] [117] [118] [119] [120] [121] [122] [123] [124] [125] [126] [127] [128] [129] [130] [131] [132] [133] [134] [135] [136] [137] [138] [139] [140] [141] [142] [143] [144] [145] [146] [147] [148] [149] [150] [151]

117:1 αλληλουια εξομολογεισθε τω κυριω οτι αγαθος οτι εις τον αιωνα το ελεος αυτου

117:2 ειπατω δη οικος ισραηλ οτι αγαθος οτι εις τον αιωνα το ελεος αυτου

117:3 ειπατω δη οικος ααρων οτι αγαθος οτι εις τον αιωνα το ελεος αυτου

117:4 ειπατωσαν δη παντες οι φοβουμενοι τον κυριον οτι αγαθος οτι εις τον αιωνα το ελεος αυτου

117:5 εν θλιψει επεκαλεσαμην τον κυριον και επηκουσεν μου εις πλατυσμον

117:6 κυριος εμοι βοηθος ου φοβηθησομαι τι ποιησει μοι ανθρωπος

117:7 κυριος εμοι βοηθος καγω εποψομαι τους εχθρους μου

117:8 αγαθον πεποιθεναι επι κυριον η πεποιθεναι επ' ανθρωπον

117:9 αγαθον ελπιζειν επι κυριον η ελπιζειν επ' αρχοντας

117:10 παντα τα εθνη εκυκλωσαν με και τω ονοματι κυριου ημυναμην αυτους

117:11 κυκλωσαντες εκυκλωσαν με και τω ονοματι κυριου ημυναμην αυτους

117:12 εκυκλωσαν με ωσει μελισσαι κηριον και εξεκαυθησαν ωσει πυρ εν ακανθαις και τω ονοματι κυριου ημυναμην αυτους

117:13 ωσθεις ανετραπην του πεσειν και ο κυριος αντελαβετο μου

117:14 ισχυς μου και υμνησις μου ο κυριος και εγενετο μοι εις σωτηριαν

117:15 φωνη αγαλλιασεως και σωτηριας εν σκηναις δικαιων δεξια κυριου εποιησεν δυναμιν

117:16 δεξια κυριου υψωσεν με δεξια κυριου εποιησεν δυναμιν

117:17 ουκ αποθανουμαι αλλα ζησομαι και εκδιηγησομαι τα εργα κυριου

117:18 παιδευων επαιδευσεν με ο κυριος και τω θανατω ου παρεδωκεν με

117:19 ανοιξατε μοι πυλας δικαιοσυνης εισελθων εν αυταις εξομολογησομαι τω κυριω

117:20 αυτη η πυλη του κυριου δικαιοι εισελευσονται εν αυτη

117:21 εξομολογησομαι σοι οτι επηκουσας μου και εγενου μοι εις σωτηριαν

117:22 λιθον ον απεδοκιμασαν οι οικοδομουντες ουτος εγενηθη εις κεφαλην γωνιας

117:23 παρα κυριου εγενετο αυτη και εστιν θαυμαστη εν οφθαλμοις ημων

117:24 αυτη η ημερα ην εποιησεν ο κυριος αγαλλιασωμεθα και ευφρανθωμεν εν αυτη

117:25 ω κυριε σωσον δη ω κυριε ευοδωσον δη

117:26 ευλογημενος ο ερχομενος εν ονοματι κυριου ευλογηκαμεν υμας εξ οικου κυριου

117:27 θεος κυριος και επεφανεν ημιν συστησασθε εορτην εν τοις πυκαζουσιν εως των κερατων του θυσιαστηριου

117:28 θεος μου ει συ και εξομολογησομαι σοι θεος μου ει συ και υψωσω σε εξομολογησομαι σοι οτι επηκουσας μου και εγενου μοι εις σωτηριαν

117:29 εξομολογεισθε τω κυριω οτι αγαθος οτι εις τον αιωνα το ελεος αυτου

 

Created with FREE HTMLCompiler by BibleDatabase