HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Psalms 118

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48] [49] [50] [51] [52] [53] [54] [55] [56] [57] [58] [59] [60] [61] [62] [63] [64] [65] [66] [67] [68] [69] [70] [71] [72] [73] [74] [75] [76] [77] [78] [79] [80] [81] [82] [83] [84] [85] [86] [87] [88] [89] [90] [91] [92] [93] [94] [95] [96] [97] [98] [99] [100] [101] [102] [103] [104] [105] [106] [107] [108] [109] [110] [111] [112] [113] [114] [115] [116] [117] [118] [119] [120] [121] [122] [123] [124] [125] [126] [127] [128] [129] [130] [131] [132] [133] [134] [135] [136] [137] [138] [139] [140] [141] [142] [143] [144] [145] [146] [147] [148] [149] [150] [151]

118:1 αλληλουια α# αλφ μακαριοι οι αμωμοι εν οδω οι πορευομενοι εν νομω κυριου

118:2 μακαριοι οι εξερευνωντες τα μαρτυρια αυτου εν ολη καρδια εκζητησουσιν αυτον

118:3 ου γαρ οι εργαζομενοι την ανομιαν εν ταις οδοις αυτου επορευθησαν

118:4 συ ενετειλω τας εντολας σου φυλαξασθαι σφοδρα

118:5 οφελον κατευθυνθειησαν αι οδοι μου του φυλαξασθαι τα δικαιωματα σου

118:6 τοτε ου μη επαισχυνθω εν τω με επιβλεπειν επι πασας τας εντολας σου

118:7 εξομολογησομαι σοι κυριε εν ευθυτητι καρδιας εν τω μεμαθηκεναι με τα κριματα της δικαιοσυνης σου

118:8 τα δικαιωματα σου φυλαξω μη με εγκαταλιπης εως σφοδρα

118:9 β# βηθ εν τινι κατορθωσει ο νεωτερος την οδον αυτου εν τω φυλασσεσθαι τους λογους σου

118:10 εν ολη καρδια μου εξεζητησα σε μη απωση με απο των εντολων σου

118:11 εν τη καρδια μου εκρυψα τα λογια σου οπως αν μη αμαρτω σοι

118:12 ευλογητος ει κυριε διδαξον με τα δικαιωματα σου

118:13 εν τοις χειλεσιν μου εξηγγειλα παντα τα κριματα του στοματος σου

118:14 εν τη οδω των μαρτυριων σου ετερφθην ως επι παντι πλουτω

118:15 εν ταις εντολαις σου αδολεσχησω και κατανοησω τας οδους σου

118:16 εν τοις δικαιωμασιν σου μελετησω ουκ επιλησομαι των λογων σου

118:17 γ# γιμαλ ανταποδος τω δουλω σου ζησομαι και φυλαξω τους λογους σου

118:18 αποκαλυψον τους οφθαλμους μου και κατανοησω τα θαυμασια σου εκ του νομου σου

118:19 παροικος εγω ειμι εν τη γη μη αποκρυψης απ' εμου τας εντολας σου

118:20 επεποθησεν η ψυχη μου του επιθυμησαι τα κριματα σου εν παντι καιρω

118:21 επετιμησας υπερηφανοις επικαταρατοι οι εκκλινοντες απο των εντολων σου

118:22 περιελε απ' εμου ονειδος και εξουδενωσιν οτι τα μαρτυρια σου εξεζητησα

118:23 και γαρ εκαθισαν αρχοντες και κατ' εμου κατελαλουν ο δε δουλος σου ηδολεσχει εν τοις δικαιωμασιν σου

118:24 και γαρ τα μαρτυρια σου μελετη μου εστιν και αι συμβουλιαι μου τα δικαιωματα σου

118:25 δ# δελθ εκολληθη τω εδαφει η ψυχη μου ζησον με κατα τον λογον σου

118:26 τας οδους μου εξηγγειλα και επηκουσας μου διδαξον με τα δικαιωματα σου

118:27 οδον δικαιωματων σου συνετισον με και αδολεσχησω εν τοις θαυμασιοις σου

118:28 εσταξεν η ψυχη μου απο ακηδιας βεβαιωσον με εν τοις λογοις σου

118:29 οδον αδικιας αποστησον απ' εμου και τω νομω σου ελεησον με

118:30 οδον αληθειας ηρετισαμην τα κριματα σου ουκ επελαθομην

118:31 εκολληθην τοις μαρτυριοις σου κυριε μη με καταισχυνης

118:32 οδον εντολων σου εδραμον οταν επλατυνας την καρδιαν μου

118:33 ε# η νομοθετησον με κυριε την οδον των δικαιωματων σου και εκζητησω αυτην δια παντος

118:34 συνετισον με και εξερευνησω τον νομον σου και φυλαξω αυτον εν ολη καρδια μου

118:35 οδηγησον με εν τριβω των εντολων σου οτι αυτην ηθελησα

118:36 κλινον την καρδιαν μου εις τα μαρτυρια σου και μη εις πλεονεξιαν

118:37 αποστρεψον τους οφθαλμους μου του μη ιδειν ματαιοτητα εν τη οδω σου ζησον με

118:38 στησον τω δουλω σου το λογιον σου εις τον φοβον σου

118:39 περιελε τον ονειδισμον μου ον υπωπτευσα τα γαρ κριματα σου χρηστα

118:40 ιδου επεθυμησα τας εντολας σου εν τη δικαιοσυνη σου ζησον με

118:41 v# ουαυ και ελθοι επ' εμε το ελεος σου κυριε το σωτηριον σου κατα το λογιον σου

118:42 και αποκριθησομαι τοις ονειδιζουσι με λογον οτι ηλπισα επι τους λογους σου

118:43 και μη περιελης εκ του στοματος μου λογον αληθειας εως σφοδρα οτι επι τα κριματα σου επηλπισα

118:44 και φυλαξω τον νομον σου δια παντος εις τον αιωνα και εις τον αιωνα του αιωνος

118:45 και επορευομην εν πλατυσμω οτι τας εντολας σου εξεζητησα

118:46 και ελαλουν εν τοις μαρτυριοις σου εναντιον βασιλεων και ουκ ησχυνομην

118:47 και εμελετων εν ταις εντολαις σου αις ηγαπησα σφοδρα

118:48 και ηρα τας χειρας μου προς τας εντολας σου ας ηγαπησα και ηδολεσχουν εν τοις δικαιωμασιν σου

118:49 ζ# ζαι μνησθητι τον λογον σου τω δουλω σου ω επηλπισας με

118:50 αυτη με παρεκαλεσεν εν τη ταπεινωσει μου οτι το λογιον σου εζησεν με

118:51 υπερηφανοι παρηνομουν εως σφοδρα απο δε του νομου σου ουκ εξεκλινα

118:52 εμνησθην των κριματων σου απ' αιωνος κυριε και παρεκληθην

118:53 αθυμια κατεσχεν με απο αμαρτωλων των εγκαταλιμπανοντων τον νομον σου

118:54 ψαλτα ησαν μοι τα δικαιωματα σου εν τοπω παροικιας μου

118:55 εμνησθην εν νυκτι του ονοματος σου κυριε και εφυλαξα τον νομον σου

118:56 αυτη εγενηθη μοι οτι τα δικαιωματα σου εξεζητησα

118:57 η# ηθ μερις μου κυριε ειπα φυλαξασθαι τον νομον σου

118:58 εδεηθην του προσωπου σου εν ολη καρδια μου ελεησον με κατα το λογιον σου

118:59 διελογισαμην τας οδους σου και επεστρεψα τους ποδας μου εις τα μαρτυρια σου

118:60 ητοιμασθην και ουκ εταραχθην του φυλαξασθαι τας εντολας σου

118:61 σχοινια αμαρτωλων περιεπλακησαν μοι και του νομου σου ουκ επελαθομην

118:62 μεσονυκτιον εξηγειρομην του εξομολογεισθαι σοι επι τα κριματα της δικαιοσυνης σου

118:63 μετοχος εγω ειμι παντων των φοβουμενων σε και των φυλασσοντων τας εντολας σου

118:64 του ελεους σου κυριε πληρης η γη τα δικαιωματα σου διδαξον με

118:65 θ# τηθ χρηστοτητα εποιησας μετα του δουλου σου κυριε κατα τον λογον σου

118:66 χρηστοτητα και παιδειαν και γνωσιν διδαξον με οτι ταις εντολαις σου επιστευσα

118:67 προ του με ταπεινωθηναι εγω επλημμελησα δια τουτο το λογιον σου εφυλαξα

118:68 χρηστος ει συ κυριε και εν τη χρηστοτητι σου διδαξον με τα δικαιωματα σου

118:69 επληθυνθη επ' εμε αδικια υπερηφανων εγω δε εν ολη καρδια μου εξερευνησω τας εντολας σου

118:70 ετυρωθη ως γαλα η καρδια αυτων εγω δε τον νομον σου εμελετησα

118:71 αγαθον μοι οτι εταπεινωσας με οπως αν μαθω τα δικαιωματα σου

118:72 αγαθον μοι ο νομος του στοματος σου υπερ χιλιαδας χρυσιου και αργυριου

118:73 ι# ιωθ αι χειρες σου εποιησαν με και επλασαν με συνετισον με και μαθησομαι τας εντολας σου

118:74 οι φοβουμενοι σε οψονται με και ευφρανθησονται οτι εις τους λογους σου επηλπισα

118:75 εγνων κυριε οτι δικαιοσυνη τα κριματα σου και αληθεια εταπεινωσας με

118:76 γενηθητω δη το ελεος σου του παρακαλεσαι με κατα το λογιον σου τω δουλω σου

118:77 ελθετωσαν μοι οι οικτιρμοι σου και ζησομαι οτι ο νομος σου μελετη μου εστιν

118:78 αισχυνθητωσαν υπερηφανοι οτι αδικως ηνομησαν εις εμε εγω δε αδολεσχησω εν ταις εντολαις σου

118:79 επιστρεψατωσαν μοι οι φοβουμενοι σε και οι γινωσκοντες τα μαρτυρια σου

118:80 γενηθητω η καρδια μου αμωμος εν τοις δικαιωμασιν σου οπως αν μη αισχυνθω

118:81 ια# χαφ εκλειπει εις το σωτηριον σου η ψυχη μου και εις τον λογον σου επηλπισα

118:82 εξελιπον οι οφθαλμοι μου εις το λογιον σου λεγοντες ποτε παρακαλεσεις με

118:83 οτι εγενηθην ως ασκος εν παχνη τα δικαιωματα σου ουκ επελαθομην

118:84 ποσαι εισιν αι ημεραι του δουλου σου ποτε ποιησεις μοι εκ των καταδιωκοντων με κρισιν

118:85 διηγησαντο μοι παρανομοι αδολεσχιας αλλ' ουχ ως ο νομος σου κυριε

118:86 πασαι αι εντολαι σου αληθεια αδικως κατεδιωξαν με βοηθησον μοι

118:87 παρα βραχυ συνετελεσαν με εν τη γη εγω δε ουκ εγκατελιπον τας εντολας σου

118:88 κατα το ελεος σου ζησον με και φυλαξω τα μαρτυρια του στοματος σου

118:89 ιβ# λαβδ εις τον αιωνα κυριε ο λογος σου διαμενει εν τω ουρανω

118:90 εις γενεαν και γενεαν η αληθεια σου εθεμελιωσας την γην και διαμενει

118:91 τη διαταξει σου διαμενει η ημερα οτι τα συμπαντα δουλα σα

118:92 ει μη οτι ο νομος σου μελετη μου εστιν τοτε αν απωλομην εν τη ταπεινωσει μου

118:93 εις τον αιωνα ου μη επιλαθωμαι των δικαιωματων σου οτι εν αυτοις εζησας με κυριε

118:94 σος ειμι εγω σωσον με οτι τα δικαιωματα σου εξεζητησα

118:95 εμε υπεμειναν αμαρτωλοι του απολεσαι με τα μαρτυρια σου συνηκα

118:96 πασης συντελειας ειδον περας πλατεια η εντολη σου σφοδρα

118:97 ιγ# μημ ως ηγαπησα τον νομον σου κυριε ολην την ημεραν μελετη μου εστιν

118:98 υπερ τους εχθρους μου εσοφισας με την εντολην σου οτι εις τον αιωνα μοι εστιν

118:99 υπερ παντας τους διδασκοντας με συνηκα οτι τα μαρτυρια σου μελετη μου εστιν

118:100 υπερ πρεσβυτερους συνηκα οτι τας εντολας σου εξεζητησα

118:101 εκ πασης οδου πονηρας εκωλυσα τους ποδας μου οπως αν φυλαξω τους λογους σου

118:102 απο των κριματων σου ουκ εξεκλινα οτι συ ενομοθετησας μοι

118:103 ως γλυκεα τω λαρυγγι μου τα λογια σου υπερ μελι και κηριον τω στοματι μου

118:104 απο των εντολων σου συνηκα δια τουτο εμισησα πασαν οδον αδικιας οτι συ ενομοθετησας μοι

118:105 ιδ# νουν λυχνος τοις ποσιν μου ο λογος σου και φως ταις τριβοις μου

118:106 ομωμοκα και εστησα του φυλαξασθαι τα κριματα της δικαιοσυνης σου

118:107 εταπεινωθην εως σφοδρα κυριε ζησον με κατα τον λογον σου

118:108 τα εκουσια του στοματος μου ευδοκησον δη κυριε και τα κριματα σου διδαξον με

118:109 η ψυχη μου εν ταις χερσιν μου δια παντος και του νομου σου ουκ επελαθομην

118:110 εθεντο αμαρτωλοι παγιδα μοι και εκ των εντολων σου ουκ επλανηθην

118:111 εκληρονομησα τα μαρτυρια σου εις τον αιωνα οτι αγαλλιαμα της καρδιας μου εισιν

118:112 εκλινα την καρδιαν μου του ποιησαι τα δικαιωματα σου εις τον αιωνα δι' ανταμειψιν

118:113 ιε# σαμχ παρανομους εμισησα και τον νομον σου ηγαπησα

118:114 βοηθος μου και αντιλημπτωρ μου ει συ εις τον λογον σου επηλπισα

118:115 εκκλινατε απ' εμου πονηρευομενοι και εξερευνησω τας εντολας του θεου μου

118:116 αντιλαβου μου κατα το λογιον σου και ζησομαι και μη καταισχυνης με απο της προσδοκιας μου

118:117 βοηθησον μοι και σωθησομαι και μελετησω εν τοις δικαιωμασιν σου δια παντος

118:118 εξουδενωσας παντας τους αποστατουντας απο των δικαιωματων σου οτι αδικον το ενθυμημα αυτων

118:119 παραβαινοντας ελογισαμην παντας τους αμαρτωλους της γης δια τουτο ηγαπησα τα μαρτυρια σου δια παντος

118:120 καθηλωσον εκ του φοβου σου τας σαρκας μου απο γαρ των κριματων σου εφοβηθην

118:121 ιv# αιν εποιησα κριμα και δικαιοσυνην μη παραδως με τοις αδικουσιν με

118:122 εκδεξαι τον δουλον σου εις αγαθον μη συκοφαντησατωσαν με υπερηφανοι

118:123 οι οφθαλμοι μου εξελιπον εις το σωτηριον σου και εις το λογιον της δικαιοσυνης σου

118:124 ποιησον μετα του δουλου σου κατα το ελεος σου και τα δικαιωματα σου διδαξον με

118:125 δουλος σου ειμι εγω συνετισον με και γνωσομαι τα μαρτυρια σου

118:126 καιρος του ποιησαι τω κυριω διεσκεδασαν τον νομον σου

118:127 δια τουτο ηγαπησα τας εντολας σου υπερ χρυσιον και τοπαζιον

118:128 δια τουτο προς πασας τας εντολας σου κατωρθουμην πασαν οδον αδικον εμισησα

118:129 ιζ# φη θαυμαστα τα μαρτυρια σου δια τουτο εξηρευνησεν αυτα η ψυχη μου

118:130 η δηλωσις των λογων σου φωτιει και συνετιει νηπιους

118:131 το στομα μου ηνοιξα και ειλκυσα πνευμα οτι τας εντολας σου επεποθουν

118:132 επιβλεψον επ' εμε και ελεησον με κατα το κριμα των αγαπωντων το ονομα σου

118:133 τα διαβηματα μου κατευθυνον κατα το λογιον σου και μη κατακυριευσατω μου πασα ανομια

118:134 λυτρωσαι με απο συκοφαντιας ανθρωπων και φυλαξω τας εντολας σου

118:135 το προσωπον σου επιφανον επι τον δουλον σου και διδαξον με τα δικαιωματα σου

118:136 διεξοδους υδατων κατεβησαν οι οφθαλμοι μου επει ουκ εφυλαξαν τον νομον σου

118:137 ιη# σαδη δικαιος ει κυριε και ευθης η κρισις σου

118:138 ενετειλω δικαιοσυνην τα μαρτυρια σου και αληθειαν σφοδρα

118:139 εξετηξεν με ο ζηλος του οικου σου οτι επελαθοντο των λογων σου οι εχθροι μου

118:140 πεπυρωμενον το λογιον σου σφοδρα και ο δουλος σου ηγαπησεν αυτο

118:141 νεωτερος ειμι εγω και εξουδενωμενος τα δικαιωματα σου ουκ επελαθομην

118:142 η δικαιοσυνη σου δικαιοσυνη εις τον αιωνα και ο νομος σου αληθεια

118:143 θλιψις και αναγκη ευροσαν με αι εντολαι σου μελετη μου

118:144 δικαιοσυνη τα μαρτυρια σου εις τον αιωνα συνετισον με και ζησομαι

118:145 ιθ# κωφ εκεκραξα εν ολη καρδια μου επακουσον μου κυριε τα δικαιωματα σου εκζητησω

118:146 εκεκραξα σε σωσον με και φυλαξω τα μαρτυρια σου

118:147 προεφθασα εν αωρια και εκεκραξα εις τους λογους σου επηλπισα

118:148 προεφθασαν οι οφθαλμοι μου προς ορθρον του μελεταν τα λογια σου

118:149 της φωνης μου ακουσον κυριε κατα το ελεος σου κατα το κριμα σου ζησον με

118:150 προσηγγισαν οι καταδιωκοντες με ανομια απο δε του νομου σου εμακρυνθησαν

118:151 εγγυς ει συ κυριε και πασαι αι εντολαι σου αληθεια

118:152 κατ' αρχας εγνων εκ των μαρτυριων σου οτι εις τον αιωνα εθεμελιωσας αυτα

118:153 κ# ρης ιδε την ταπεινωσιν μου και εξελου με οτι τον νομον σου ουκ επελαθομην

118:154 κρινον την κρισιν μου και λυτρωσαι με δια τον λογον σου ζησον με

118:155 μακραν απο αμαρτωλων σωτηρια οτι τα δικαιωματα σου ουκ εξεζητησαν

118:156 οι οικτιρμοι σου πολλοι κυριε κατα το κριμα σου ζησον με

118:157 πολλοι οι εκδιωκοντες με και εκθλιβοντες με εκ των μαρτυριων σου ουκ εξεκλινα

118:158 ειδον ασυνθετουντας και εξετηκομην οτι τα λογια σου ουκ εφυλαξαντο

118:159 ιδε οτι τας εντολας σου ηγαπησα κυριε εν τω ελεει σου ζησον με

118:160 αρχη των λογων σου αληθεια και εις τον αιωνα παντα τα κριματα της δικαιοσυνης σου

118:161 κα# σεν αρχοντες κατεδιωξαν με δωρεαν και απο των λογων σου εδειλιασεν η καρδια μου

118:162 αγαλλιασομαι εγω επι τα λογια σου ως ο ευρισκων σκυλα πολλα

118:163 αδικιαν εμισησα και εβδελυξαμην τον δε νομον σου ηγαπησα

118:164 επτακις της ημερας ηνεσα σοι επι τα κριματα της δικαιοσυνης σου

118:165 ειρηνη πολλη τοις αγαπωσιν τον νομον σου και ουκ εστιν αυτοις σκανδαλον

118:166 προσεδοκων το σωτηριον σου κυριε και τας εντολας σου ηγαπησα

118:167 εφυλαξεν η ψυχη μου τα μαρτυρια σου και ηγαπησεν αυτα σφοδρα

118:168 εφυλαξα τας εντολας σου και τα μαρτυρια σου οτι πασαι αι οδοι μου εναντιον σου κυριε

118:169 κβ# θαυ εγγισατω η δεησις μου ενωπιον σου κυριε κατα το λογιον σου συνετισον με

118:170 εισελθοι το αξιωμα μου ενωπιον σου κατα το λογιον σου ρυσαι με

118:171 εξερευξαιντο τα χειλη μου υμνον οταν διδαξης με τα δικαιωματα σου

118:172 φθεγξαιτο η γλωσσα μου το λογιον σου οτι πασαι αι εντολαι σου δικαιοσυνη

118:173 γενεσθω η χειρ σου του σωσαι με οτι τας εντολας σου ηρετισαμην

118:174 επεποθησα το σωτηριον σου κυριε και ο νομος σου μελετη μου εστιν

118:175 ζησεται η ψυχη μου και αινεσει σε και τα κριματα σου βοηθησει μοι

118:176 επλανηθην ως προβατον απολωλος ζητησον τον δουλον σου οτι τας εντολας σου ουκ επελαθομην

 

Created with FREE HTMLCompiler by BibleDatabase