HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Proverbs 1

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31]

1:1 παροιμιαι σαλωμωντος υιου δαυιδ ος εβασιλευσεν εν ισραηλ

1:2 γνωναι σοφιαν και παιδειαν νοησαι τε λογους φρονησεως

1:3 δεξασθαι τε στροφας λογων νοησαι τε δικαιοσυνην αληθη και κριμα κατευθυνειν

1:4 ινα δω ακακοις πανουργιαν παιδι δε νεω αισθησιν τε και εννοιαν

1:5 τωνδε γαρ ακουσας σοφος σοφωτερος εσται ο δε νοημων κυβερνησιν κτησεται

1:6 νοησει τε παραβολην και σκοτεινον λογον ρησεις τε σοφων και αινιγματα

1:7 αρχη σοφιας φοβος θεου συνεσις δε αγαθη πασι τοις ποιουσιν αυτην ευσεβεια δε εις θεον αρχη αισθησεως σοφιαν δε και παιδειαν ασεβεις εξουθενησουσιν

1:8 ακουε υιε παιδειαν πατρος σου και μη απωση θεσμους μητρος σου

1:9 στεφανον γαρ χαριτων δεξη ση κορυφη και κλοιον χρυσεον περι σω τραχηλω

1:10 υιε μη σε πλανησωσιν ανδρες ασεβεις μηδε βουληθης εαν παρακαλεσωσι σε λεγοντες

1:11 ελθε μεθ' ημων κοινωνησον αιματος κρυψωμεν δε εις γην ανδρα δικαιον αδικως

1:12 καταπιωμεν δε αυτον ωσπερ αδης ζωντα και αρωμεν αυτου την μνημην εκ γης

1:13 την κτησιν αυτου την πολυτελη καταλαβωμεθα πλησωμεν δε οικους ημετερους σκυλων

1:14 τον δε σον κληρον βαλε εν ημιν κοινον δε βαλλαντιον κτησωμεθα παντες και μαρσιππιον εν γενηθητω ημιν

1:15 μη πορευθης εν οδω μετ' αυτων εκκλινον δε τον ποδα σου εκ των τριβων αυτων

1:16 οι γαρ ποδες αυτων εις κακιαν τρεχουσιν και ταχινοι του εκχεαι αιμα

1:17 ου γαρ αδικως εκτεινεται δικτυα πτερωτοις

1:18 αυτοι γαρ οι φονου μετεχοντες θησαυριζουσιν εαυτοις κακα η δε καταστροφη ανδρων παρανομων κακη

1:19 αυται αι οδοι εισιν παντων των συντελουντων τα ανομα τη γαρ ασεβεια την εαυτων ψυχην αφαιρουνται

1:20 σοφια εν εξοδοις υμνειται εν δε πλατειαις παρρησιαν αγει

1:21 επ' ακρων δε τειχεων κηρυσσεται επι δε πυλαις δυναστων παρεδρευει επι δε πυλαις πολεως θαρρουσα λεγει

1:22 οσον αν χρονον ακακοι εχωνται της δικαιοσυνης ουκ αισχυνθησονται οι δε αφρονες της υβρεως οντες επιθυμηται ασεβεις γενομενοι εμισησαν αισθησιν

1:23 και υπευθυνοι εγενοντο ελεγχοις ιδου προησομαι υμιν εμης πνοης ρησιν διδαξω δε υμας τον εμον λογον

1:24 επειδη εκαλουν και ουχ υπηκουσατε και εξετεινον λογους και ου προσειχετε

1:25 αλλα ακυρους εποιειτε εμας βουλας τοις δε εμοις ελεγχοις ηπειθησατε

1:26 τοιγαρουν καγω τη υμετερα απωλεια επιγελασομαι καταχαρουμαι δε ηνικα αν ερχηται υμιν ολεθρος

1:27 και ως αν αφικηται υμιν αφνω θορυβος η δε καταστροφη ομοιως καταιγιδι παρη και οταν ερχηται υμιν θλιψις και πολιορκια η οταν ερχηται υμιν ολεθρος

1:28 εσται γαρ οταν επικαλεσησθε με εγω δε ουκ εισακουσομαι υμων ζητησουσιν με κακοι και ουχ ευρησουσιν

1:29 εμισησαν γαρ σοφιαν τον δε φοβον του κυριου ου προειλαντο

1:30 ουδε ηθελον εμαις προσεχειν βουλαις εμυκτηριζον δε εμους ελεγχους

1:31 τοιγαρουν εδονται της εαυτων οδου τους καρπους και της εαυτων ασεβειας πλησθησονται

1:32 ανθ' ων γαρ ηδικουν νηπιους φονευθησονται και εξετασμος ασεβεις ολει

1:33 ο δε εμου ακουων κατασκηνωσει επ' ελπιδι και ησυχασει αφοβως απο παντος κακου

 

Created with FREE HTMLCompiler by BibleDatabase