HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Proverbs 2

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31]

2:1 υιε εαν δεξαμενος ρησιν εμης εντολης κρυψης παρα σεαυτω

2:2 υπακουσεται σοφιας το ους σου και παραβαλεις καρδιαν σου εις συνεσιν παραβαλεις δε αυτην επι νουθετησιν τω υιω σου

2:3 εαν γαρ την σοφιαν επικαλεση και τη συνεσει δως φωνην σου την δε αισθησιν ζητησης μεγαλη τη φωνη

2:4 και εαν ζητησης αυτην ως αργυριον και ως θησαυρους εξερευνησης αυτην

2:5 τοτε συνησεις φοβον κυριου και επιγνωσιν θεου ευρησεις

2:6 οτι κυριος διδωσιν σοφιαν και απο προσωπου αυτου γνωσις και συνεσις

2:7 και θησαυριζει τοις κατορθουσι σωτηριαν υπερασπιει την πορειαν αυτων

2:8 του φυλαξαι οδους δικαιωματων και οδον ευλαβουμενων αυτον διαφυλαξει

2:9 τοτε συνησεις δικαιοσυνην και κριμα και κατορθωσεις παντας αξονας αγαθους

2:10 εαν γαρ ελθη η σοφια εις σην διανοιαν η δε αισθησις τη ση ψυχη καλη ειναι δοξη

2:11 βουλη καλη φυλαξει σε εννοια δε οσια τηρησει σε

2:12 ινα ρυσηται σε απο οδου κακης και απο ανδρος λαλουντος μηδεν πιστον

2:13 ω οι εγκαταλειποντες οδους ευθειας του πορευεσθαι εν οδοις σκοτους

2:14 οι ευφραινομενοι επι κακοις και χαιροντες επι διαστροφη κακη

2:15 ων αι τριβοι σκολιαι και καμπυλαι αι τροχιαι αυτων

2:16 του μακραν σε ποιησαι απο οδου ευθειας και αλλοτριον της δικαιας γνωμης

2:17 υιε μη σε καταλαβη κακη βουλη η απολειπουσα διδασκαλιαν νεοτητος και διαθηκην θειαν επιλελησμενη

2:18 εθετο γαρ παρα τω θανατω τον οικον αυτης και παρα τω αδη μετα των γηγενων τους αξονας αυτης

2:19 παντες οι πορευομενοι εν αυτη ουκ αναστρεψουσιν ουδε μη καταλαβωσιν τριβους ευθειας ου γαρ καταλαμβανονται υπο ενιαυτων ζωης

2:20 ει γαρ επορευοντο τριβους αγαθας ευροσαν αν τριβους δικαιοσυνης λειους

2:21 χρηστοι εσονται οικητορες γης ακακοι δε υπολειφθησονται εν αυτη οτι ευθεις κατασκηνωσουσι γην και οσιοι υπολειφθησονται εν αυτη

2:22 οδοι ασεβων εκ γης ολουνται οι δε παρανομοι εξωσθησονται απ' αυτης

 

Created with FREE HTMLCompiler by BibleDatabase