HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Proverbs 3

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31]

3:1 υιε εμων νομιμων μη επιλανθανου τα δε ρηματα μου τηρειτω ση καρδια

3:2 μηκος γαρ βιου και ετη ζωης και ειρηνην προσθησουσιν σοι

3:3 ελεημοσυναι και πιστεις μη εκλιπετωσαν σε αφαψαι δε αυτας επι σω τραχηλω και ευρησεις χαριν

3:4 και προνοου καλα ενωπιον κυριου και ανθρωπων

3:5 ισθι πεποιθως εν ολη καρδια επι θεω επι δε ση σοφια μη επαιρου

3:6 εν πασαις οδοις σου γνωριζε αυτην ινα ορθοτομη τας οδους σου ο δε πους σου ου μη προσκοπτη

3:7 μη ισθι φρονιμος παρα σεαυτω φοβου δε τον θεον και εκκλινε απο παντος κακου

3:8 τοτε ιασις εσται τω σωματι σου και επιμελεια τοις οστεοις σου

3:9 τιμα τον κυριον απο σων δικαιων πονων και απαρχου αυτω απο σων καρπων δικαιοσυνης

3:10 ινα πιμπληται τα ταμιεια σου πλησμονης σιτου οινω δε αι ληνοι σου εκβλυζωσιν

3:11 υιε μη ολιγωρει παιδειας κυριου μηδε εκλυου υπ' αυτου ελεγχομενος

3:12 ον γαρ αγαπα κυριος παιδευει μαστιγοι δε παντα υιον ον παραδεχεται

3:13 μακαριος ανθρωπος ος ευρεν σοφιαν και θνητος ος ειδεν φρονησιν

3:14 κρειττον γαρ αυτην εμπορευεσθαι η χρυσιου και αργυριου θησαυρους

3:15 τιμιωτερα δε εστιν λιθων πολυτελων ουκ αντιταξεται αυτη ουδεν πονηρον ευγνωστος εστιν πασιν τοις εγγιζουσιν αυτη παν δε τιμιον ουκ αξιον αυτης εστιν

3:16 μηκος γαρ βιου και ετη ζωης εν τη δεξια αυτης εν δε τη αριστερα αυτης πλουτος και δοξα [16α] εκ του στοματος αυτης εκπορευεται δικαιοσυνη νομον δε και ελεον επι γλωσσης φορει

3:17 αι οδοι αυτης οδοι καλαι και παντες οι τριβοι αυτης εν ειρηνη

3:18 ξυλον ζωης εστι πασι τοις αντεχομενοις αυτης και τοις επερειδομενοις επ' αυτην ως επι κυριον ασφαλης

3:19 ο θεος τη σοφια εθεμελιωσεν την γην ητοιμασεν δε ουρανους εν φρονησει

3:20 εν αισθησει αβυσσοι ερραγησαν νεφη δε ερρυησαν δροσους

3:21 υιε μη παραρρυης τηρησον δε εμην βουλην και εννοιαν

3:22 ινα ζηση η ψυχη σου και χαρις η περι σω τραχηλω [22α] εσται δε ιασις ταις σαρξι σου και επιμελεια τοις σοις οστεοις

3:23 ινα πορευη πεποιθως εν ειρηνη πασας τας οδους σου ο δε πους σου ου μη προσκοψη

3:24 εαν γαρ καθη αφοβος εση εαν δε καθευδης ηδεως υπνωσεις

3:25 και ου φοβηθηση πτοησιν επελθουσαν ουδε ορμας ασεβων επερχομενας

3:26 ο γαρ κυριος εσται επι πασων οδων σου και ερεισει σον ποδα ινα μη σαλευθης

3:27 μη αποσχη ευ ποιειν ενδεη ηνικα αν εχη η χειρ σου βοηθειν

3:28 μη ειπης επανελθων επανηκε και αυριον δωσω δυνατου σου οντος ευ ποιειν ου γαρ οιδας τι τεξεται η επιουσα

3:29 μη τεκτηνη επι σον φιλον κακα παροικουντα και πεποιθοτα επι σοι

3:30 μη φιλεχθρησης προς ανθρωπον ματην μη τι εις σε εργασηται κακον

3:31 μη κτηση κακων ανδρων ονειδη μηδε ζηλωσης τας οδους αυτων

3:32 ακαθαρτος γαρ εναντι κυριου πας παρανομος εν δε δικαιοις ου συνεδριαζει

3:33 καταρα θεου εν οικοις ασεβων επαυλεις δε δικαιων ευλογουνται

3:34 κυριος υπερηφανοις αντιτασσεται ταπεινοις δε διδωσιν χαριν

3:35 δοξαν σοφοι κληρονομησουσιν οι δε ασεβεις υψωσαν ατιμιαν

 

Created with FREE HTMLCompiler by BibleDatabase