HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Proverbs 4

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31]

4:1 ακουσατε παιδες παιδειαν πατρος και προσεχετε γνωναι εννοιαν

4:2 δωρον γαρ αγαθον δωρουμαι υμιν τον εμον νομον μη εγκαταλιπητε

4:3 υιος γαρ εγενομην καγω πατρι υπηκοος και αγαπωμενος εν προσωπω μητρος

4:4 οι ελεγον και εδιδασκον με ερειδετω ο ημετερος λογος εις σην καρδιαν

4:5 φυλασσε εντολας μη επιλαθη μηδε παριδης ρησιν εμου στοματος

4:6 μηδε εγκαταλιπης αυτην και ανθεξεται σου ερασθητι αυτης και τηρησει σε

4:8 περιχαρακωσον αυτην και υψωσει σε τιμησον αυτην ινα σε περιλαβη

4:9 ινα δω τη ση κεφαλη στεφανον χαριτων στεφανω δε τρυφης υπερασπιση σου

4:10 ακουε υιε και δεξαι εμους λογους και πληθυνθησεται ετη ζωης σου ινα σοι γενωνται πολλαι οδοι βιου

4:11 οδους γαρ σοφιας διδασκω σε εμβιβαζω δε σε τροχιαις ορθαις

4:12 εαν γαρ πορευη ου συγκλεισθησεται σου τα διαβηματα εαν δε τρεχης ου κοπιασεις

4:13 επιλαβου εμης παιδειας μη αφης αλλα φυλαξον αυτην σεαυτω εις ζωην σου

4:14 οδους ασεβων μη επελθης μηδε ζηλωσης οδους παρανομων

4:15 εν ω αν τοπω στρατοπεδευσωσιν μη επελθης εκει εκκλινον δε απ' αυτων και παραλλαξον

4:16 ου γαρ μη υπνωσωσιν εαν μη κακοποιησωσιν αφηρηται ο υπνος αυτων και ου κοιμωνται

4:17 οιδε γαρ σιτουνται σιτα ασεβειας οινω δε παρανομω μεθυσκονται

4:18 αι δε οδοι των δικαιων ομοιως φωτι λαμπουσιν προπορευονται και φωτιζουσιν εως κατορθωση η ημερα

4:19 αι δε οδοι των ασεβων σκοτειναι ουκ οιδασιν πως προσκοπτουσιν

4:20 υιε εμη ρησει προσεχε τοις δε εμοις λογοις παραβαλε σον ους

4:21 οπως μη εκλιπωσιν σε αι πηγαι σου φυλασσε αυτας εν ση καρδια

4:22 ζωη γαρ εστιν τοις ευρισκουσιν αυτας και παση σαρκι ιασις

4:23 παση φυλακη τηρει σην καρδιαν εκ γαρ τουτων εξοδοι ζωης

4:24 περιελε σεαυτου σκολιον στομα και αδικα χειλη μακραν απο σου απωσαι

4:25 οι οφθαλμοι σου ορθα βλεπετωσαν τα δε βλεφαρα σου νευετω δικαια

4:26 ορθας τροχιας ποιει σοις ποσιν και τας οδους σου κατευθυνε

4:27 μη εκκλινης εις τα δεξια μηδε εις τα αριστερα αποστρεψον δε σον ποδα απο οδου κακης [27α] οδους γαρ τας εκ δεξιων οιδεν ο θεος διεστραμμεναι δε εισιν αι εξ αριστερων [27β] αυτος δε ορθας ποιησει τας τροχιας σου τας δε πορειας σου εν ειρηνη προαξει

 

Created with FREE HTMLCompiler by BibleDatabase