HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Proverbs 5

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31]

5:1 υιε εμη σοφια προσεχε εμοις δε λογοις παραβαλλε σον ους

5:2 ινα φυλαξης εννοιαν αγαθην αισθησιν δε εμων χειλεων εντελλομαι σοι

5:3 μη προσεχε φαυλη γυναικι μελι γαρ αποσταζει απο χειλεων γυναικος πορνης η προς καιρον λιπαινει σον φαρυγγα

5:4 υστερον μεντοι πικροτερον χολης ευρησεις και ηκονημενον μαλλον μαχαιρας διστομου

5:5 της γαρ αφροσυνης οι ποδες καταγουσιν τους χρωμενους αυτη μετα θανατου εις τον αδην τα δε ιχνη αυτης ουκ ερειδεται

5:6 οδους γαρ ζωης ουκ επερχεται σφαλεραι δε αι τροχιαι αυτης και ουκ ευγνωστοι

5:7 νυν ουν υιε ακουε μου και μη ακυρους ποιησης εμους λογους

5:8 μακραν ποιησον απ' αυτης σην οδον μη εγγισης προς θυραις οικων αυτης

5:9 ινα μη προη αλλοις ζωην σου και σον βιον ανελεημοσιν

5:10 ινα μη πλησθωσιν αλλοτριοι σης ισχυος οι δε σοι πονοι εις οικους αλλοτριων εισελθωσιν

5:11 και μεταμεληθηση επ' εσχατων ηνικα αν κατατριβωσιν σαρκες σωματος σου

5:12 και ερεις πως εμισησα παιδειαν και ελεγχους εξεκλινεν η καρδια μου

5:13 ουκ ηκουον φωνην παιδευοντος με και διδασκοντος με ουδε παρεβαλλον το ους μου

5:14 παρ' ολιγον εγενομην εν παντι κακω εν μεσω εκκλησιας και συναγωγης

5:15 πινε υδατα απο σων αγγειων και απο σων φρεατων πηγης

5:16 μη υπερεκχεισθω σοι τα υδατα εκ της σης πηγης εις δε σας πλατειας διαπορευεσθω τα σα υδατα

5:17 εστω σοι μονω υπαρχοντα και μηδεις αλλοτριος μετασχετω σοι

5:18 η πηγη σου του υδατος εστω σοι ιδια και συνευφραινου μετα γυναικος της εκ νεοτητος σου

5:19 ελαφος φιλιας και πωλος σων χαριτων ομιλειτω σοι η δε ιδια ηγεισθω σου και συνεστω σοι εν παντι καιρω εν γαρ τη ταυτης φιλια συμπεριφερομενος πολλοστος εση

5:20 μη πολυς ισθι προς αλλοτριαν μηδε συνεχου αγκαλαις της μη ιδιας

5:21 ενωπιον γαρ εισιν των του θεου οφθαλμων οδοι ανδρος εις δε πασας τας τροχιας αυτου σκοπευει

5:22 παρανομιαι ανδρα αγρευουσιν σειραις δε των εαυτου αμαρτιων εκαστος σφιγγεται

5:23 ουτος τελευτα μετα απαιδευτων εκ δε πληθους της εαυτου βιοτητος εξερριφη και απωλετο δι' αφροσυνην

 

Created with FREE HTMLCompiler by BibleDatabase