HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Proverbs 6

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31]

6:1 υιε εαν εγγυηση σον φιλον παραδωσεις σην χειρα εχθρω

6:2 παγις γαρ ισχυρα ανδρι τα ιδια χειλη και αλισκεται χειλεσιν ιδιου στοματος

6:3 ποιει υιε α εγω σοι εντελλομαι και σωζου ηκεις γαρ εις χειρας κακων δια σον φιλον ιθι μη εκλυομενος παροξυνε δε και τον φιλον σου ον ενεγυησω

6:4 μη δως υπνον σοις ομμασιν μηδε επινυσταξης σοις βλεφαροις

6:5 ινα σωζη ωσπερ δορκας εκ βροχων και ωσπερ ορνεον εκ παγιδος

6:6 ιθι προς τον μυρμηκα ω οκνηρε και ζηλωσον ιδων τας οδους αυτου και γενου εκεινου σοφωτερος

6:7 εκεινω γαρ γεωργιου μη υπαρχοντος μηδε τον αναγκαζοντα εχων μηδε υπο δεσποτην ων

6:8 ετοιμαζεται θερους την τροφην πολλην τε εν τω αμητω ποιειται την παραθεσιν [8α] η πορευθητι προς την μελισσαν και μαθε ως εργατις εστιν την τε εργασιαν ως σεμνην ποιειται [8β] ης τους πονους βασιλεις και ιδιωται προς υγιειαν προσφερονται ποθεινη δε εστιν πασιν και επιδοξος [8χ] καιπερ ουσα τη ρωμη ασθενης την σοφιαν τιμησασα προηχθη

6:9 εως τινος οκνηρε κατακεισαι ποτε δε εξ υπνου εγερθηση

6:10 ολιγον μεν υπνοις ολιγον δε καθησαι μικρον δε νυσταζεις ολιγον δε εναγκαλιζη χερσιν στηθη

6:11 ειτ' εμπαραγινεται σοι ωσπερ κακος οδοιπορος η πενια και η ενδεια ωσπερ αγαθος δρομευς [11α] εαν δε αοκνος ης ηξει ωσπερ πηγη ο αμητος σου η δε ενδεια ωσπερ κακος δρομευς απαυτομολησει

6:12 ανηρ αφρων και παρανομος πορευεται οδους ουκ αγαθας

6:13 ο δ' αυτος εννευει οφθαλμω σημαινει δε ποδι διδασκει δε εννευμασιν δακτυλων

6:14 διεστραμμενη δε καρδια τεκταινεται κακα εν παντι καιρω ο τοιουτος ταραχας συνιστησιν πολει

6:15 δια τουτο εξαπινης ερχεται η απωλεια αυτου διακοπη και συντριβη ανιατος

6:16 οτι χαιρει πασιν οις μισει ο κυριος συντριβεται δε δι' ακαθαρσιαν ψυχης

6:17 οφθαλμος υβριστου γλωσσα αδικος χειρες εκχεουσαι αιμα δικαιου

6:18 και καρδια τεκταινομενη λογισμους κακους και ποδες επισπευδοντες κακοποιειν

6:19 εκκαιει ψευδη μαρτυς αδικος και επιπεμπει κρισεις ανα μεσον αδελφων

6:20 υιε φυλασσε νομους πατρος σου και μη απωση θεσμους μητρος σου

6:21 αφαψαι δε αυτους επι ση ψυχη δια παντος και εγκλοιωσαι επι σω τραχηλω

6:22 ηνικα αν περιπατης επαγου αυτην και μετα σου εστω ως δ' αν καθευδης φυλασσετω σε ινα εγειρομενω συλλαλη σοι

6:23 οτι λυχνος εντολη νομου και φως και οδος ζωης ελεγχος και παιδεια

6:24 του διαφυλασσειν σε απο γυναικος υπανδρου και απο διαβολης γλωσσης αλλοτριας

6:25 μη σε νικηση καλλους επιθυμια μηδε αγρευθης σοις οφθαλμοις μηδε συναρπασθης απο των αυτης βλεφαρων

6:26 τιμη γαρ πορνης οση και ενος αρτου γυνη δε ανδρων τιμιας ψυχας αγρευει

6:27 αποδησει τις πυρ εν κολπω τα δε ιματια ου κατακαυσει

6:28 η περιπατησει τις επ' ανθρακων πυρος τους δε ποδας ου κατακαυσει

6:29 ουτως ο εισελθων προς γυναικα υπανδρον ουκ αθωωθησεται ουδε πας ο απτομενος αυτης

6:30 ου θαυμαστον εαν αλω τις κλεπτων κλεπτει γαρ ινα εμπληση την ψυχην πεινων

6:31 εαν δε αλω αποτεισει επταπλασια και παντα τα υπαρχοντα αυτου δους ρυσεται εαυτον

6:32 ο δε μοιχος δι' ενδειαν φρενων απωλειαν τη ψυχη αυτου περιποιειται

6:33 οδυνας τε και ατιμιας υποφερει το δε ονειδος αυτου ουκ εξαλειφθησεται εις τον αιωνα

6:34 μεστος γαρ ζηλου θυμος ανδρος αυτης ου φεισεται εν ημερα κρισεως

6:35 ουκ ανταλλαξεται ουδενος λυτρου την εχθραν ουδε μη διαλυθη πολλων δωρων

 

Created with FREE HTMLCompiler by BibleDatabase