HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Proverbs 7

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31]

7:1 υιε φυλασσε εμους λογους τας δε εμας εντολας κρυψον παρα σεαυτω [1α] υιε τιμα τον κυριον και ισχυσεις πλην δε αυτου μη φοβου αλλον

7:2 φυλαξον εμας εντολας και βιωσεις τους δε εμους λογους ωσπερ κορας ομματων

7:3 περιθου δε αυτους σοις δακτυλοις επιγραψον δε επι το πλατος της καρδιας σου

7:4 ειπον την σοφιαν σην αδελφην ειναι την δε φρονησιν γνωριμον περιποιησαι σεαυτω

7:5 ινα σε τηρηση απο γυναικος αλλοτριας και πονηρας εαν σε λογοις τοις προς χαριν εμβαληται

7:6 απο γαρ θυριδος εκ του οικου αυτης εις τας πλατειας παρακυπτουσα

7:7 ον αν ιδη των αφρονων τεκνων νεανιαν ενδεη φρενων

7:8 παραπορευομενον παρα γωνιαν εν διοδοις οικων αυτης

7:9 και λαλουντα εν σκοτει εσπερινω ηνικα αν ησυχια νυκτερινη η και γνοφωδης

7:10 η δε γυνη συναντα αυτω ειδος εχουσα πορνικον η ποιει νεων εξιπτασθαι καρδιας

7:11 ανεπτερωμενη δε εστιν και ασωτος εν οικω δε ουχ ησυχαζουσιν οι ποδες αυτης

7:12 χρονον γαρ τινα εξω ρεμβεται χρονον δε εν πλατειαις παρα πασαν γωνιαν ενεδρευει

7:13 ειτα επιλαβομενη εφιλησεν αυτον αναιδει δε προσωπω προσειπεν αυτω

7:14 θυσια ειρηνικη μοι εστιν σημερον αποδιδωμι τας ευχας μου

7:15 ενεκα τουτου εξηλθον εις συναντησιν σοι ποθουσα το σον προσωπον ευρηκα σε

7:16 κειριαις τετακα την κλινην μου αμφιταποις δε εστρωκα τοις απ' αιγυπτου

7:17 διερραγκα την κοιτην μου κροκω τον δε οικον μου κινναμωμω

7:18 ελθε και απολαυσωμεν φιλιας εως ορθρου δευρο και εγκυλισθωμεν ερωτι

7:19 ου γαρ παρεστιν ο ανηρ μου εν οικω πεπορευται δε οδον μακραν

7:20 ενδεσμον αργυριου λαβων εν χειρι αυτου δι' ημερων πολλων επανηξει εις τον οικον αυτου

7:21 απεπλανησεν δε αυτον πολλη ομιλια βροχοις τε τοις απο χειλεων εξωκειλεν αυτον

7:22 ο δε επηκολουθησεν αυτη κεπφωθεις ωσπερ δε βους επι σφαγην αγεται και ωσπερ κυων επι δεσμους

7:23 η ως ελαφος τοξευματι πεπληγως εις το ηπαρ σπευδει δε ωσπερ ορνεον εις παγιδα ουκ ειδως οτι περι ψυχης τρεχει

7:24 νυν ουν υιε ακουε μου και προσεχε ρημασιν στοματος μου

7:25 μη εκκλινατω εις τας οδους αυτης η καρδια σου

7:26 πολλους γαρ τρωσασα καταβεβληκεν και αναριθμητοι εισιν ους πεφονευκεν

7:27 οδοι αδου ο οικος αυτης καταγουσαι εις τα ταμιεια του θανατου

 

Created with FREE HTMLCompiler by BibleDatabase