HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Proverbs 8

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31]

8:1 συ την σοφιαν κηρυξεις ινα φρονησις σοι υπακουση

8:2 επι γαρ των υψηλων ακρων εστιν ανα μεσον δε των τριβων εστηκεν

8:3 παρα γαρ πυλαις δυναστων παρεδρευει εν δε εισοδοις υμνειται

8:4 υμας ω ανθρωποι παρακαλω και προιεμαι εμην φωνην υιοις ανθρωπων

8:5 νοησατε ακακοι πανουργιαν οι δε απαιδευτοι ενθεσθε καρδιαν

8:6 εισακουσατε μου σεμνα γαρ ερω και ανοισω απο χειλεων ορθα

8:7 οτι αληθειαν μελετησει ο φαρυγξ μου εβδελυγμενα δε εναντιον εμου χειλη ψευδη

8:8 μετα δικαιοσυνης παντα τα ρηματα του στοματος μου ουδεν εν αυτοις σκολιον ουδε στραγγαλωδες

8:9 παντα ενωπια τοις συνιουσιν και ορθα τοις ευρισκουσι γνωσιν

8:10 λαβετε παιδειαν και μη αργυριον και γνωσιν υπερ χρυσιον δεδοκιμασμενον ανθαιρεισθε δε αισθησιν χρυσιου καθαρου

8:11 κρεισσων γαρ σοφια λιθων πολυτελων παν δε τιμιον ουκ αξιον αυτης εστιν

8:12 εγω η σοφια κατεσκηνωσα βουλην και γνωσιν και εννοιαν εγω επεκαλεσαμην

8:13 φοβος κυριου μισει αδικιαν υβριν τε και υπερηφανιαν και οδους πονηρων μεμισηκα δε εγω διεστραμμενας οδους κακων

8:14 εμη βουλη και ασφαλεια εμη φρονησις εμη δε ισχυς

8:15 δι' εμου βασιλεις βασιλευουσιν και οι δυνασται γραφουσιν δικαιοσυνην

8:16 δι' εμου μεγιστανες μεγαλυνονται και τυραννοι δι' εμου κρατουσι γης

8:17 εγω τους εμε φιλουντας αγαπω οι δε εμε ζητουντες ευρησουσιν

8:18 πλουτος και δοξα εμοι υπαρχει και κτησις πολλων και δικαιοσυνη

8:19 βελτιον εμε καρπιζεσθαι υπερ χρυσιον και λιθον τιμιον τα δε εμα γενηματα κρεισσω αργυριου εκλεκτου

8:20 εν οδοις δικαιοσυνης περιπατω και ανα μεσον τριβων δικαιωματος αναστρεφομαι

8:21 ινα μερισω τοις εμε αγαπωσιν υπαρξιν και τους θησαυρους αυτων εμπλησω αγαθων [21α] εαν αναγγειλω υμιν τα καθ' ημεραν γινομενα μνημονευσω τα εξ αιωνος αριθμησαι

8:22 κυριος εκτισεν με αρχην οδων αυτου εις εργα αυτου

8:23 προ του αιωνος εθεμελιωσεν με εν αρχη

8:24 προ του την γην ποιησαι και προ του τας αβυσσους ποιησαι προ του προελθειν τας πηγας των υδατων

8:25 προ του ορη εδρασθηναι προ δε παντων βουνων γεννα με

8:26 κυριος εποιησεν χωρας και αοικητους και ακρα οικουμενα της υπ' ουρανον

8:27 ηνικα ητοιμαζεν τον ουρανον συμπαρημην αυτω και οτε αφωριζεν τον εαυτου θρονον επ' ανεμων

8:28 ηνικα ισχυρα εποιει τα ανω νεφη και ως ασφαλεις ετιθει πηγας της υπ' ουρανον

8:29 και ισχυρα εποιει τα θεμελια της γης

8:30 ημην παρ' αυτω αρμοζουσα εγω ημην η προσεχαιρεν καθ' ημεραν δε ευφραινομην εν προσωπω αυτου εν παντι καιρω

8:31 οτε ευφραινετο την οικουμενην συντελεσας και ενευφραινετο εν υιοις ανθρωπων

8:32 νυν ουν υιε ακουε μου

8:34 μακαριος ανηρ ος εισακουσεται μου και ανθρωπος ος τας εμας οδους φυλαξει αγρυπνων επ' εμαις θυραις καθ' ημεραν τηρων σταθμους εμων εισοδων

8:35 αι γαρ εξοδοι μου εξοδοι ζωης και ετοιμαζεται θελησις παρα κυριου

8:36 οι δε εις εμε αμαρτανοντες ασεβουσιν τας εαυτων ψυχας και οι μισουντες με αγαπωσιν θανατον

 

Created with FREE HTMLCompiler by BibleDatabase