HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Proverbs 9

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31]

9:1 η σοφια ωκοδομησεν εαυτη οικον και υπηρεισεν στυλους επτα

9:2 εσφαξεν τα εαυτης θυματα εκερασεν εις κρατηρα τον εαυτης οινον και ητοιμασατο την εαυτης τραπεζαν

9:3 απεστειλεν τους εαυτης δουλους συγκαλουσα μετα υψηλου κηρυγματος επι κρατηρα λεγουσα

9:4 ος εστιν αφρων εκκλινατω προς με και τοις ενδεεσι φρενων ειπεν

9:5 ελθατε φαγετε των εμων αρτων και πιετε οινον ον εκερασα υμιν

9:6 απολειπετε αφροσυνην και ζησεσθε και ζητησατε φρονησιν ινα βιωσητε και κατορθωσατε εν γνωσει συνεσιν

9:7 ο παιδευων κακους λημψεται εαυτω ατιμιαν ελεγχων δε τον ασεβη μωμησεται εαυτον

9:8 μη ελεγχε κακους ινα μη μισωσιν σε ελεγχε σοφον και αγαπησει σε

9:9 διδου σοφω αφορμην και σοφωτερος εσται γνωριζε δικαιω και προσθησει του δεχεσθαι

9:10 αρχη σοφιας φοβος κυριου και βουλη αγιων συνεσις [10α] το γαρ γνωναι νομον διανοιας εστιν αγαθης

9:11 τουτω γαρ τω τροπω πολυν ζησεις χρονον και προστεθησεται σοι ετη ζωης σου

9:12 υιε εαν σοφος γενη σεαυτω σοφος εση και τοις πλησιον εαν δε κακος αποβης μονος αναντλησεις κακα [12α] ος ερειδεται επι ψευδεσιν ουτος ποιμανει ανεμους ο δ' αυτος διωξεται ορνεα πετομενα [12β] απελιπεν γαρ οδους του εαυτου αμπελωνος τους δε αξονας του ιδιου γεωργιου πεπλανηται [12χ] διαπορευεται δε δι' ανυδρου ερημου και γην διατεταγμενην εν διψωδεσιν συναγει δε χερσιν ακαρπιαν

9:13 γυνη αφρων και θρασεια ενδεης ψωμου γινεται η ουκ επισταται αισχυνην

9:14 εκαθισεν επι θυραις του εαυτης οικου επι διφρου εμφανως εν πλατειαις

9:15 προσκαλουμενη τους παριοντας και κατευθυνοντας εν ταις οδοις αυτων

9:16 ος εστιν υμων αφρονεστατος εκκλινατω προς με ενδεεσι δε φρονησεως παρακελευομαι λεγουσα

9:17 αρτων κρυφιων ηδεως αψασθε και υδατος κλοπης γλυκερου

9:18 ο δε ουκ οιδεν οτι γηγενεις παρ' αυτη ολλυνται και επι πετευρον αδου συναντα [18α] αλλα αποπηδησον μη εγχρονισης εν τω τοπω μηδε επιστησης το σον ομμα προς αυτην [18β] ουτως γαρ διαβηση υδωρ αλλοτριον και υπερβηση ποταμον αλλοτριον [18χ] απο δε υδατος αλλοτριου αποσχου και απο πηγης αλλοτριας μη πιης [18δ] ινα πολυν ζησης χρονον προστεθη δε σοι ετη ζωης

 

Created with FREE HTMLCompiler by BibleDatabase