HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Proverbs 10

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31]

10:1 υιος σοφος ευφραινει πατερα υιος δε αφρων λυπη τη μητρι

10:2 ουκ ωφελησουσιν θησαυροι ανομους δικαιοσυνη δε ρυσεται εκ θανατου

10:3 ου λιμοκτονησει κυριος ψυχην δικαιαν ζωην δε ασεβων ανατρεψει

10:4 πενια ανδρα ταπεινοι χειρες δε ανδρειων πλουτιζουσιν [4α] υιος πεπαιδευμενος σοφος εσται τω δε αφρονι διακονω χρησεται

10:5 διεσωθη απο καυματος υιος νοημων ανεμοφθορος δε γινεται εν αμητω υιος παρανομος

10:6 ευλογια κυριου επι κεφαλην δικαιου στομα δε ασεβων καλυψει πενθος αωρον

10:7 μνημη δικαιων μετ' εγκωμιων ονομα δε ασεβους σβεννυται

10:8 σοφος καρδια δεξεται εντολας ο δε αστεγος χειλεσιν σκολιαζων υποσκελισθησεται

10:9 ος πορευεται απλως πορευεται πεποιθως ο δε διαστρεφων τας οδους αυτου γνωσθησεται

10:10 ο εννευων οφθαλμοις μετα δολου συναγει ανδρασι λυπας ο δε ελεγχων μετα παρρησιας ειρηνοποιει

10:11 πηγη ζωης εν χειρι δικαιου στομα δε ασεβους καλυψει απωλεια

10:12 μισος εγειρει νεικος παντας δε τους μη φιλονεικουντας καλυπτει φιλια

10:13 ος εκ χειλεων προφερει σοφιαν ραβδω τυπτει ανδρα ακαρδιον

10:14 σοφοι κρυψουσιν αισθησιν στομα δε προπετους εγγιζει συντριβη

10:15 κτησις πλουσιων πολις οχυρα συντριβη δε ασεβων πενια

10:16 εργα δικαιων ζωην ποιει καρποι δε ασεβων αμαρτιας

10:17 οδους δικαιας ζωης φυλασσει παιδεια παιδεια δε ανεξελεγκτος πλαναται

10:18 καλυπτουσιν εχθραν χειλη δικαια οι δε εκφεροντες λοιδοριας αφρονεστατοι εισιν

10:19 εκ πολυλογιας ουκ εκφευξη αμαρτιαν φειδομενος δε χειλεων νοημων εση

10:20 αργυρος πεπυρωμενος γλωσσα δικαιου καρδια δε ασεβους εκλειψει

10:21 χειλη δικαιων επισταται υψηλα οι δε αφρονες εν ενδεια τελευτωσιν

10:22 ευλογια κυριου επι κεφαλην δικαιου αυτη πλουτιζει και ου μη προστεθη αυτη λυπη εν καρδια

10:23 εν γελωτι αφρων πρασσει κακα η δε σοφια ανδρι τικτει φρονησιν

10:24 εν απωλεια ασεβης περιφερεται επιθυμια δε δικαιου δεκτη

10:25 παραπορευομενης καταιγιδος αφανιζεται ασεβης δικαιος δε εκκλινας σωζεται εις τον αιωνα

10:26 ωσπερ ομφαξ οδουσι βλαβερον και καπνος ομμασιν ουτως παρανομια τοις χρωμενοις αυτην

10:27 φοβος κυριου προστιθησιν ημερας ετη δε ασεβων ολιγωθησεται

10:28 εγχρονιζει δικαιοις ευφροσυνη ελπις δε ασεβων ολλυται

10:29 οχυρωμα οσιου φοβος κυριου συντριβη δε τοις εργαζομενοις κακα

10:30 δικαιος τον αιωνα ουκ ενδωσει ασεβεις δε ουκ οικησουσιν γην

10:31 στομα δικαιου αποσταζει σοφιαν γλωσσα δε αδικου εξολειται

10:32 χειλη ανδρων δικαιων αποσταζει χαριτας στομα δε ασεβων αποστρεφεται

 

Created with FREE HTMLCompiler by BibleDatabase