HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Proverbs 11

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31]

11:1 ζυγοι δολιοι βδελυγμα ενωπιον κυριου σταθμιον δε δικαιον δεκτον αυτω

11:2 ου εαν εισελθη υβρις εκει και ατιμια στομα δε ταπεινων μελετα σοφιαν

11:3 αποθανων δικαιος ελιπεν μεταμελον προχειρος δε γινεται και επιχαρτος ασεβων απωλεια

11:5 δικαιοσυνη αμωμους ορθοτομει οδους ασεβεια δε περιπιπτει αδικια

11:6 δικαιοσυνη ανδρων ορθων ρυεται αυτους τη δε απωλεια αυτων αλισκονται παρανομοι

11:7 τελευτησαντος ανδρος δικαιου ουκ ολλυται ελπις το δε καυχημα των ασεβων ολλυται

11:8 δικαιος εκ θηρας εκδυνει αντ' αυτου δε παραδιδοται ο ασεβης

11:9 εν στοματι ασεβων παγις πολιταις αισθησις δε δικαιων ευοδος

11:10 εν αγαθοις δικαιων κατωρθωσεν πολις

11:11 στομασιν δε ασεβων κατεσκαφη

11:12 μυκτηριζει πολιτας ενδεης φρενων ανηρ δε φρονιμος ησυχιαν αγει

11:13 ανηρ διγλωσσος αποκαλυπτει βουλας εν συνεδριω πιστος δε πνοη κρυπτει πραγματα

11:14 οις μη υπαρχει κυβερνησις πιπτουσιν ωσπερ φυλλα σωτηρια δε υπαρχει εν πολλη βουλη

11:15 πονηρος κακοποιει οταν συμμειξη δικαιω μισει δε ηχον ασφαλειας

11:16 γυνη ευχαριστος εγειρει ανδρι δοξαν θρονος δε ατιμιας γυνη μισουσα δικαια πλουτου οκνηροι ενδεεις γινονται οι δε ανδρειοι ερειδονται πλουτω

11:17 τη ψυχη αυτου αγαθον ποιει ανηρ ελεημων εξολλυει δε αυτου σωμα ο ανελεημων

11:18 ασεβης ποιει εργα αδικα σπερμα δε δικαιων μισθος αληθειας

11:19 υιος δικαιος γενναται εις ζωην διωγμος δε ασεβους εις θανατον

11:20 βδελυγμα κυριω διεστραμμεναι οδοι προσδεκτοι δε αυτω παντες αμωμοι εν ταις οδοις αυτων

11:21 χειρι χειρας εμβαλων αδικως ουκ ατιμωρητος εσται ο δε σπειρων δικαιοσυνην λημψεται μισθον πιστον

11:22 ωσπερ ενωτιον εν ρινι υος ουτως γυναικι κακοφρονι καλλος

11:23 επιθυμια δικαιων πασα αγαθη ελπις δε ασεβων απολειται

11:24 εισιν οι τα ιδια σπειροντες πλειονα ποιουσιν εισιν και οι συναγοντες ελαττονουνται

11:25 ψυχη ευλογουμενη πασα απλη ανηρ δε θυμωδης ουκ ευσχημων

11:26 ο συνεχων σιτον υπολιποιτο αυτον τοις εθνεσιν ευλογια δε εις κεφαλην του μεταδιδοντος

11:27 τεκταινομενος αγαθα ζητει χαριν αγαθην εκζητουντα δε κακα καταλημψεται αυτον

11:28 ο πεποιθως επι πλουτω ουτος πεσειται ο δε αντιλαμβανομενος δικαιων ουτος ανατελει

11:29 ο μη συμπεριφερομενος τω εαυτου οικω κληρονομησει ανεμον δουλευσει δε αφρων φρονιμω

11:30 εκ καρπου δικαιοσυνης φυεται δενδρον ζωης αφαιρουνται δε αωροι ψυχαι παρανομων

11:31 ει ο μεν δικαιος μολις σωζεται ο ασεβης και αμαρτωλος που φανειται

 

Created with FREE HTMLCompiler by BibleDatabase