HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Proverbs 12

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31]

12:1 ο αγαπων παιδειαν αγαπα αισθησιν ο δε μισων ελεγχους αφρων

12:2 κρεισσων ο ευρων χαριν παρα κυριω ανηρ δε παρανομος παρασιωπηθησεται

12:3 ου κατορθωσει ανθρωπος εξ ανομου αι δε ριζαι των δικαιων ουκ εξαρθησονται

12:4 γυνη ανδρεια στεφανος τω ανδρι αυτης ωσπερ δε εν ξυλω σκωληξ ουτως ανδρα απολλυσιν γυνη κακοποιος

12:5 λογισμοι δικαιων κριματα κυβερνωσιν δε ασεβεις δολους

12:6 λογοι ασεβων δολιοι στομα δε ορθων ρυσεται αυτους

12:7 ου εαν στραφη ασεβης αφανιζεται οικοι δε δικαιων παραμενουσιν

12:8 στομα συνετου εγκωμιαζεται υπο ανδρος νωθροκαρδιος δε μυκτηριζεται

12:9 κρεισσων ανηρ εν ατιμια δουλευων εαυτω η τιμην εαυτω περιτιθεις και προσδεομενος αρτου

12:10 δικαιος οικτιρει ψυχας κτηνων αυτου τα δε σπλαγχνα των ασεβων ανελεημονα

12:11 ο εργαζομενος την εαυτου γην εμπλησθησεται αρτων οι δε διωκοντες ματαια ενδεεις φρενων [11α] ος εστιν ηδυς εν οινων διατριβαις εν τοις εαυτου οχυρωμασιν καταλειψει ατιμιαν

12:12 επιθυμιαι ασεβων κακαι αι δε ριζαι των ευσεβων εν οχυρωμασιν

12:13 δι' αμαρτιαν χειλεων εμπιπτει εις παγιδας αμαρτωλος εκφευγει δε εξ αυτων δικαιος [13α] ο βλεπων λεια ελεηθησεται ο δε συναντων εν πυλαις εκθλιψει ψυχας

12:14 απο καρπων στοματος ψυχη ανδρος πλησθησεται αγαθων ανταποδομα δε χειλεων αυτου δοθησεται αυτω

12:15 οδοι αφρονων ορθαι ενωπιον αυτων εισακουει δε συμβουλιας σοφος

12:16 αφρων αυθημερον εξαγγελλει οργην αυτου κρυπτει δε την εαυτου ατιμιαν πανουργος

12:17 επιδεικνυμενην πιστιν απαγγελλει δικαιος ο δε μαρτυς των αδικων δολιος

12:18 εισιν οι λεγοντες τιτρωσκουσιν μαχαιρα γλωσσαι δε σοφων ιωνται

12:19 χειλη αληθινα κατορθοι μαρτυριαν μαρτυς δε ταχυς γλωσσαν εχει αδικον

12:20 δολος εν καρδια τεκταινομενου κακα οι δε βουλομενοι ειρηνην ευφρανθησονται

12:21 ουκ αρεσει τω δικαιω ουδεν αδικον οι δε ασεβεις πλησθησονται κακων

12:22 βδελυγμα κυριω χειλη ψευδη ο δε ποιων πιστεις δεκτος παρ' αυτω

12:23 ανηρ συνετος θρονος αισθησεως καρδια δε αφρονων συναντησεται αραις

12:24 χειρ εκλεκτων κρατησει ευχερως δολιοι δε εσονται εις προνομην

12:25 φοβερος λογος καρδιαν ταρασσει ανδρος δικαιου αγγελια δε αγαθη ευφραινει αυτον

12:26 επιγνωμων δικαιος εαυτου φιλος εσται αι δε γνωμαι των ασεβων ανεπιεικεις αμαρτανοντας καταδιωξεται κακα η δε οδος των ασεβων πλανησει αυτους

12:27 ουκ επιτευξεται δολιος θηρας κτημα δε τιμιον ανηρ καθαρος

12:28 εν οδοις δικαιοσυνης ζωη οδοι δε μνησικακων εις θανατον

 

Created with FREE HTMLCompiler by BibleDatabase