HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Proverbs 13

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31]

13:1 υιος πανουργος υπηκοος πατρι υιος δε ανηκοος εν απωλεια

13:2 απο καρπων δικαιοσυνης φαγεται αγαθος ψυχαι δε παρανομων ολουνται αωροι

13:3 ος φυλασσει το εαυτου στομα τηρει την εαυτου ψυχην ο δε προπετης χειλεσιν πτοησει εαυτον

13:4 εν επιθυμιαις εστιν πας αεργος χειρες δε ανδρειων εν επιμελεια

13:5 λογον αδικον μισει δικαιος ασεβης δε αισχυνεται και ουχ εξει παρρησιαν

13:6 δικαιοσυνη φυλασσει ακακους τους δε ασεβεις φαυλους ποιει αμαρτια

13:7 εισιν οι πλουτιζοντες εαυτους μηδεν εχοντες και εισιν οι ταπεινουντες εαυτους εν πολλω πλουτω

13:8 λυτρον ανδρος ψυχης ο ιδιος πλουτος πτωχος δε ουχ υφισταται απειλην

13:9 φως δικαιοις δια παντος φως δε ασεβων σβεννυται [9α] ψυχαι δολιαι πλανωνται εν αμαρτιαις δικαιοι δε οικτιρουσιν και ελεωσιν

13:10 κακος μεθ' υβρεως πρασσει κακα οι δε εαυτων επιγνωμονες σοφοι

13:11 υπαρξις επισπουδαζομενη μετα ανομιας ελασσων γινεται ο δε συναγων εαυτω μετ' ευσεβειας πληθυνθησεται δικαιος οικτιρει και κιχρα

13:12 κρεισσων εναρχομενος βοηθων καρδια του επαγγελλομενου και εις ελπιδα αγοντος δενδρον γαρ ζωης επιθυμια αγαθη

13:13 ος καταφρονει πραγματος καταφρονηθησεται υπ' αυτου ο δε φοβουμενος εντολην ουτος υγιαινει [13α] υιω δολιω ουδεν εσται αγαθον οικετη δε σοφω ευοδοι εσονται πραξεις και κατευθυνθησεται η οδος αυτου

13:14 νομος σοφου πηγη ζωης ο δε ανους υπο παγιδος θανειται

13:15 συνεσις αγαθη διδωσιν χαριν το δε γνωναι νομον διανοιας εστιν αγαθης οδοι δε καταφρονουντων εν απωλεια

13:16 πας πανουργος πρασσει μετα γνωσεως ο δε αφρων εξεπετασεν εαυτου κακιαν

13:17 βασιλευς θρασυς εμπεσειται εις κακα αγγελος δε πιστος ρυσεται αυτον

13:18 πενιαν και ατιμιαν αφαιρειται παιδεια ο δε φυλασσων ελεγχους δοξασθησεται

13:19 επιθυμιαι ευσεβων ηδυνουσιν ψυχην εργα δε ασεβων μακραν απο γνωσεως

13:20 ο συμπορευομενος σοφοις σοφος εσται ο δε συμπορευομενος αφροσι γνωσθησεται

13:21 αμαρτανοντας καταδιωξεται κακα τους δε δικαιους καταλημψεται αγαθα

13:22 αγαθος ανηρ κληρονομησει υιους υιων θησαυριζεται δε δικαιοις πλουτος ασεβων

13:23 δικαιοι ποιησουσιν εν πλουτω ετη πολλα αδικοι δε απολουνται συντομως

13:24 ος φειδεται της βακτηριας μισει τον υιον αυτου ο δε αγαπων επιμελως παιδευει

13:25 δικαιος εσθων εμπιπλα την ψυχην αυτου ψυχαι δε ασεβων ενδεεις

 

Created with FREE HTMLCompiler by BibleDatabase