HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Proverbs 14

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31]

14:1 σοφαι γυναικες ωκοδομησαν οικους η δε αφρων κατεσκαψεν ταις χερσιν αυτης

14:2 ο πορευομενος ορθως φοβειται τον κυριον ο δε σκολιαζων ταις οδοις αυτου ατιμασθησεται

14:3 εκ στοματος αφρονων βακτηρια υβρεως χειλη δε σοφων φυλασσει αυτους

14:4 ου μη εισιν βοες φατναι καθαραι ου δε πολλα γενηματα φανερα βοος ισχυς

14:5 μαρτυς πιστος ου ψευδεται εκκαιει δε ψευδη μαρτυς αδικος

14:6 ζητησεις σοφιαν παρα κακοις και ουχ ευρησεις αισθησις δε παρα φρονιμοις ευχερης

14:7 παντα εναντια ανδρι αφρονι οπλα δε αισθησεως χειλη σοφα

14:8 σοφια πανουργων επιγνωσεται τας οδους αυτων ανοια δε αφρονων εν πλανη

14:9 οικιαι παρανομων οφειλησουσιν καθαρισμον οικιαι δε δικαιων δεκται

14:10 καρδια ανδρος αισθητικη λυπηρα ψυχη αυτου οταν δε ευφραινηται ουκ επιμειγνυται υβρει

14:11 οικιαι ασεβων αφανισθησονται σκηναι δε κατορθουντων στησονται

14:12 εστιν οδος η δοκει ορθη ειναι παρα ανθρωποις τα δε τελευταια αυτης ερχεται εις πυθμενα αδου

14:13 εν ευφροσυναις ου προσμειγνυται λυπη τελευταια δε χαρα εις πενθος ερχεται

14:14 των εαυτου οδων πλησθησεται θρασυκαρδιος απο δε των διανοηματων αυτου ανηρ αγαθος

14:15 ακακος πιστευει παντι λογω πανουργος δε ερχεται εις μετανοιαν

14:16 σοφος φοβηθεις εξεκλινεν απο κακου ο δε αφρων εαυτω πεποιθως μειγνυται ανομω

14:17 οξυθυμος πρασσει μετα αβουλιας ανηρ δε φρονιμος πολλα υποφερει

14:18 μεριουνται αφρονες κακιαν οι δε πανουργοι κρατησουσιν αισθησεως

14:19 ολισθησουσιν κακοι εναντι αγαθων και ασεβεις θεραπευσουσιν θυρας δικαιων

14:20 φιλοι μισησουσιν φιλους πτωχους φιλοι δε πλουσιων πολλοι

14:21 ο ατιμαζων πενητας αμαρτανει ελεων δε πτωχους μακαριστος

14:22 πλανωμενοι τεκταινουσι κακα ελεον δε και αληθειαν τεκταινουσιν αγαθοι ουκ επιστανται ελεον και πιστιν τεκτονες κακων ελεημοσυναι δε και πιστεις παρα τεκτοσιν αγαθοις

14:23 εν παντι μεριμνωντι ενεστιν περισσον ο δε ηδυς και αναλγητος εν ενδεια εσται

14:24 στεφανος σοφων πανουργος η δε διατριβη αφρονων κακη

14:25 ρυσεται εκ κακων ψυχην μαρτυς πιστος εκκαιει δε ψευδη δολιος

14:26 εν φοβω κυριου ελπις ισχυος τοις δε τεκνοις αυτου καταλειπει ερεισμα

14:27 προσταγμα κυριου πηγη ζωης ποιει δε εκκλινειν εκ παγιδος θανατου

14:28 εν πολλω εθνει δοξα βασιλεως εν δε εκλειψει λαου συντριβη δυναστου

14:29 μακροθυμος ανηρ πολυς εν φρονησει ο δε ολιγοψυχος ισχυρως αφρων

14:30 πραυθυμος ανηρ καρδιας ιατρος σης δε οστεων καρδια αισθητικη

14:31 ο συκοφαντων πενητα παροξυνει τον ποιησαντα αυτον ο δε τιμων αυτον ελεα πτωχον

14:32 εν κακια αυτου απωσθησεται ασεβης ο δε πεποιθως τη εαυτου οσιοτητι δικαιος

14:33 εν καρδια αγαθη ανδρος σοφια εν δε καρδια αφρονων ου διαγινωσκεται

14:34 δικαιοσυνη υψοι εθνος ελασσονουσι δε φυλας αμαρτιαι

14:35 δεκτος βασιλει υπηρετης νοημων τη δε εαυτου ευστροφια αφαιρειται ατιμιαν

 

Created with FREE HTMLCompiler by BibleDatabase