HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Proverbs 15

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31]

15:1 οργη απολλυσιν και φρονιμους αποκρισις δε υποπιπτουσα αποστρεφει θυμον λογος δε λυπηρος εγειρει οργας

15:2 γλωσσα σοφων καλα επισταται στομα δε αφρονων αναγγελει κακα

15:3 εν παντι τοπω οφθαλμοι κυριου σκοπευουσιν κακους τε και αγαθους

15:4 ιασις γλωσσης δενδρον ζωης ο δε συντηρων αυτην πλησθησεται πνευματος

15:5 αφρων μυκτηριζει παιδειαν πατρος ο δε φυλασσων εντολας πανουργοτερος

15:6 εν πλεοναζουση δικαιοσυνη ισχυς πολλη οι δε ασεβεις ολορριζοι εκ γης ολουνται οικοις δικαιων ισχυς πολλη καρποι δε ασεβων απολουνται

15:7 χειλη σοφων δεδεται αισθησει καρδιαι δε αφρονων ουκ ασφαλεις

15:8 θυσιαι ασεβων βδελυγμα κυριω ευχαι δε κατευθυνοντων δεκται παρ' αυτω

15:9 βδελυγμα κυριω οδοι ασεβους διωκοντας δε δικαιοσυνην αγαπα

15:10 παιδεια ακακου γνωριζεται υπο των παριοντων οι δε μισουντες ελεγχους τελευτωσιν αισχρως

15:11 αδης και απωλεια φανερα παρα τω κυριω πως ουχι και αι καρδιαι των ανθρωπων

15:12 ουκ αγαπησει απαιδευτος τους ελεγχοντας αυτον μετα δε σοφων ουχ ομιλησει

15:13 καρδιας ευφραινομενης προσωπον θαλλει εν δε λυπαις ουσης σκυθρωπαζει

15:14 καρδια ορθη ζητει αισθησιν στομα δε απαιδευτων γνωσεται κακα

15:15 παντα τον χρονον οι οφθαλμοι των κακων προσδεχονται κακα οι δε αγαθοι ησυχαζουσιν δια παντος

15:16 κρεισσων μικρα μερις μετα φοβου κυριου η θησαυροι μεγαλοι μετα αφοβιας

15:17 κρεισσων ξενισμος λαχανων προς φιλιαν και χαριν η παραθεσις μοσχων μετα εχθρας

15:18 ανηρ θυμωδης παρασκευαζει μαχας μακροθυμος δε και την μελλουσαν καταπραυνει [18α] μακροθυμος ανηρ κατασβεσει κρισεις ο δε ασεβης εγειρει μαλλον

15:19 οδοι αεργων εστρωμεναι ακανθαις αι δε των ανδρειων τετριμμεναι

15:20 υιος σοφος ευφραινει πατερα υιος δε αφρων μυκτηριζει μητερα αυτου

15:21 ανοητου τριβοι ενδεεις φρενων ανηρ δε φρονιμος κατευθυνων πορευεται

15:22 υπερτιθενται λογισμους οι μη τιμωντες συνεδρια εν δε καρδιαις βουλευομενων μενει βουλη

15:23 ου μη υπακουση ο κακος αυτη ουδε μη ειπη καιριον τι και καλον τω κοινω

15:24 οδοι ζωης διανοηματα συνετου ινα εκκλινας εκ του αδου σωθη

15:25 οικους υβριστων κατασπα κυριος εστηρισεν δε οριον χηρας

15:26 βδελυγμα κυριω λογισμος αδικος αγνων δε ρησεις σεμναι

15:27 εξολλυσιν εαυτον ο δωρολημπτης ο δε μισων δωρων λημψεις σωζεται [27α] ελεημοσυναις και πιστεσιν αποκαθαιρονται αμαρτιαι τω δε φοβω κυριου εκκλινει πας απο κακου

15:28 καρδιαι δικαιων μελετωσιν πιστεις στομα δε ασεβων αποκρινεται κακα [28α] δεκται παρα κυριω οδοι ανθρωπων δικαιων δια δε αυτων και οι εχθροι φιλοι γινονται

15:29 μακραν απεχει ο θεος απο ασεβων ευχαις δε δικαιων επακουει [29α] κρεισσων ολιγη λημψις μετα δικαιοσυνης η πολλα γενηματα μετα αδικιας [29β] καρδια ανδρος λογιζεσθω δικαια ινα υπο του θεου διορθωθη τα διαβηματα αυτου

15:30 θεωρων οφθαλμος καλα ευφραινει καρδιαν φημη δε αγαθη πιαινει οστα

15:32 ος απωθειται παιδειαν μισει εαυτον ο δε τηρων ελεγχους αγαπα ψυχην αυτου

15:33 φοβος θεου παιδεια και σοφια και αρχη δοξης αποκριθησεται αυτη

 

Created with FREE HTMLCompiler by BibleDatabase