HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Proverbs 16

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31]

16:2 παντα τα εργα του ταπεινου φανερα παρα τω θεω οι δε ασεβεις εν ημερα κακη ολουνται

16:5 ακαθαρτος παρα θεω πας υψηλοκαρδιος χειρι δε χειρας εμβαλων αδικως ουκ αθωωθησεται

16:7 αρχη οδου αγαθης το ποιειν τα δικαια δεκτα δε παρα θεω μαλλον η θυειν θυσιας

16:8 ο ζητων τον κυριον ευρησει γνωσιν μετα δικαιοσυνης οι δε ορθως ζητουντες αυτον ευρησουσιν ειρηνην

16:9 παντα τα εργα του κυριου μετα δικαιοσυνης φυλασσεται δε ο ασεβης εις ημεραν κακην

16:10 μαντειον επι χειλεσιν βασιλεως εν δε κρισει ου μη πλανηθη το στομα αυτου

16:11 ροπη ζυγου δικαιοσυνη παρα κυριω τα δε εργα αυτου σταθμια δικαια

16:12 βδελυγμα βασιλει ο ποιων κακα μετα γαρ δικαιοσυνης ετοιμαζεται θρονος αρχης

16:13 δεκτα βασιλει χειλη δικαια λογους δε ορθους αγαπα

16:14 θυμος βασιλεως αγγελος θανατου ανηρ δε σοφος εξιλασεται αυτον

16:15 εν φωτι ζωης υιος βασιλεως οι δε προσδεκτοι αυτω ωσπερ νεφος οψιμον

16:16 νοσσιαι σοφιας αιρετωτεραι χρυσιου νοσσιαι δε φρονησεως αιρετωτεραι υπερ αργυριον

16:17 τριβοι ζωης εκκλινουσιν απο κακων μηκος δε βιου οδοι δικαιοσυνης ο δεχομενος παιδειαν εν αγαθοις εσται ο δε φυλασσων ελεγχους σοφισθησεται ος φυλασσει τας εαυτου οδους τηρει την εαυτου ψυχην αγαπων δε ζωην αυτου φεισεται στοματος αυτου

16:18 προ συντριβης ηγειται υβρις προ δε πτωματος κακοφροσυνη

16:19 κρεισσων πραυθυμος μετα ταπεινωσεως η ος διαιρειται σκυλα μετα υβριστων

16:20 συνετος εν πραγμασιν ευρετης αγαθων πεποιθως δε επι θεω μακαριστος

16:21 τους σοφους και συνετους φαυλους καλουσιν οι δε γλυκεις εν λογω πλειονα ακουσονται

16:22 πηγη ζωης εννοια τοις κεκτημενοις παιδεια δε αφρονων κακη

16:23 καρδια σοφου νοησει τα απο του ιδιου στοματος επι δε χειλεσιν φορεσει επιγνωμοσυνην

16:24 κηρια μελιτος λογοι καλοι γλυκασμα δε αυτων ιασις ψυχης

16:25 εισιν οδοι δοκουσαι ειναι ορθαι ανδρι τα μεντοι τελευταια αυτων βλεπει εις πυθμενα αδου

16:26 ανηρ εν πονοις πονει εαυτω και εκβιαζεται εαυτου την απωλειαν ο μεντοι σκολιος επι τω εαυτου στοματι φορει την απωλειαν

16:27 ανηρ αφρων ορυσσει εαυτω κακα επι δε των εαυτου χειλεων θησαυριζει πυρ

16:28 ανηρ σκολιος διαπεμπεται κακα και λαμπτηρα δολου πυρσευει κακοις και διαχωριζει φιλους

16:29 ανηρ παρανομος αποπειραται φιλων και απαγει αυτους οδους ουκ αγαθας

16:30 στηριζων οφθαλμους αυτου λογιζεται διεστραμμενα οριζει δε τοις χειλεσιν αυτου παντα τα κακα ουτος καμινος εστιν κακιας

16:31 στεφανος καυχησεως γηρας εν δε οδοις δικαιοσυνης ευρισκεται

16:32 κρεισσων ανηρ μακροθυμος ισχυρου ο δε κρατων οργης κρεισσων καταλαμβανομενου πολιν

16:33 εις κολπους επερχεται παντα τοις αδικοις παρα δε κυριου παντα τα δικαια

 

Created with FREE HTMLCompiler by BibleDatabase