HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Proverbs 17

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31]

17:1 κρεισσων ψωμος μεθ' ηδονης εν ειρηνη η οικος πληρης πολλων αγαθων και αδικων θυματων μετα μαχης

17:2 οικετης νοημων κρατησει δεσποτων αφρονων εν δε αδελφοις διελειται μερη

17:3 ωσπερ δοκιμαζεται εν καμινω αργυρος και χρυσος ουτως εκλεκται καρδιαι παρα κυριω

17:4 κακος υπακουει γλωσσης παρανομων δικαιος δε ου προσεχει χειλεσιν ψευδεσιν

17:5 ο καταγελων πτωχου παροξυνει τον ποιησαντα αυτον ο δε επιχαιρων απολλυμενω ουκ αθωωθησεται ο δε επισπλαγχνιζομενος ελεηθησεται

17:6 στεφανος γεροντων τεκνα τεκνων καυχημα δε τεκνων πατερες αυτων [6α] του πιστου ολος ο κοσμος των χρηματων του δε απιστου ουδε οβολος

17:7 ουχ αρμοσει αφρονι χειλη πιστα ουδε δικαιω χειλη ψευδη

17:8 μισθος χαριτων η παιδεια τοις χρωμενοις ου δ' αν επιστρεψη ευοδωθησεται

17:9 ος κρυπτει αδικηματα ζητει φιλιαν ος δε μισει κρυπτειν διιστησιν φιλους και οικειους

17:10 συντριβει απειλη καρδιαν φρονιμου αφρων δε μαστιγωθεις ουκ αισθανεται

17:11 αντιλογιας εγειρει πας κακος ο δε κυριος αγγελον ανελεημονα εκπεμψει αυτω

17:12 εμπεσειται μεριμνα ανδρι νοημονι οι δε αφρονες διαλογιουνται κακα

17:13 ος αποδιδωσιν κακα αντι αγαθων ου κινηθησεται κακα εκ του οικου αυτου

17:14 εξουσιαν διδωσιν λογοις αρχη δικαιοσυνης προηγειται δε της ενδειας στασις και μαχη

17:15 ος δικαιον κρινει τον αδικον αδικον δε τον δικαιον ακαθαρτος και βδελυκτος παρα θεω

17:16 ινα τι υπηρξεν χρηματα αφρονι κτησασθαι γαρ σοφιαν ακαρδιος ου δυνησεται [16α] ος υψηλον ποιει τον εαυτου οικον ζητει συντριβην ο δε σκολιαζων του μαθειν εμπεσειται εις κακα

17:17 εις παντα καιρον φιλος υπαρχετω σοι αδελφοι δε εν αναγκαις χρησιμοι εστωσαν τουτου γαρ χαριν γεννωνται

17:18 ανηρ αφρων επικροτει και επιχαιρει εαυτω ως και ο εγγυωμενος εγγυη τον εαυτου φιλον

17:19 φιλαμαρτημων χαιρει μαχαις

17:20 ο δε σκληροκαρδιος ου συναντα αγαθοις ανηρ ευμεταβολος γλωσση εμπεσειται εις κακα

17:21 καρδια δε αφρονος οδυνη τω κεκτημενω αυτην ουκ ευφραινεται πατηρ επι υιω απαιδευτω υιος δε φρονιμος ευφραινει μητερα αυτου

17:22 καρδια ευφραινομενη ευεκτειν ποιει ανδρος δε λυπηρου ξηραινεται τα οστα

17:23 λαμβανοντος δωρα εν κολπω αδικως ου κατευοδουνται οδοι ασεβης δε εκκλινει οδους δικαιοσυνης

17:24 προσωπον συνετον ανδρος σοφου οι δε οφθαλμοι του αφρονος επ' ακρα γης

17:25 οργη πατρι υιος αφρων και οδυνη τη τεκουση αυτου

17:26 ζημιουν ανδρα δικαιον ου καλον ουδε οσιον επιβουλευειν δυνασταις δικαιοις

17:27 ος φειδεται ρημα προεσθαι σκληρον επιγνωμων μακροθυμος δε ανηρ φρονιμος

17:28 ανοητω επερωτησαντι σοφιαν σοφια λογισθησεται ενεον δε τις εαυτον ποιησας δοξει φρονιμος ειναι

 

Created with FREE HTMLCompiler by BibleDatabase