HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Proverbs 18

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31]

18:1 προφασεις ζητει ανηρ βουλομενος χωριζεσθαι απο φιλων εν παντι δε καιρω επονειδιστος εσται

18:2 ου χρειαν εχει σοφιας ενδεης φρενων μαλλον γαρ αγεται αφροσυνη

18:3 οταν ελθη ασεβης εις βαθος κακων καταφρονει επερχεται δε αυτω ατιμια και ονειδος

18:4 υδωρ βαθυ λογος εν καρδια ανδρος ποταμος δε αναπηδυει και πηγη ζωης

18:5 θαυμασαι προσωπον ασεβους ου καλον ουδε οσιον εκκλινειν το δικαιον εν κρισει

18:6 χειλη αφρονος αγουσιν αυτον εις κακα το δε στομα αυτου το θρασυ θανατον επικαλειται

18:7 στομα αφρονος συντριβη αυτω τα δε χειλη αυτου παγις τη ψυχη αυτου

18:8 οκνηρους καταβαλλει φοβος ψυχαι δε ανδρογυνων πεινασουσιν

18:9 ο μη ιωμενος εαυτον εν τοις εργοις αυτου αδελφος εστιν του λυμαινομενου εαυτον

18:10 εκ μεγαλωσυνης ισχυος ονομα κυριου αυτω δε προσδραμοντες δικαιοι υψουνται

18:11 υπαρξις πλουσιου ανδρος πολις οχυρα η δε δοξα αυτης μεγα επισκιαζει

18:12 προ συντριβης υψουται καρδια ανδρος και προ δοξης ταπεινουται

18:13 ος αποκρινεται λογον πριν ακουσαι αφροσυνη αυτω εστιν και ονειδος

18:14 θυμον ανδρος πραυνει θεραπων φρονιμος ολιγοψυχον δε ανδρα τις υποισει

18:15 καρδια φρονιμου κταται αισθησιν ωτα δε σοφων ζητει εννοιαν

18:16 δομα ανθρωπου εμπλατυνει αυτον και παρα δυνασταις καθιζανει αυτον

18:17 δικαιος εαυτου κατηγορος εν πρωτολογια ως δ' αν επιβαλη ο αντιδικος ελεγχεται

18:18 αντιλογιας παυει κληρος εν δε δυνασταις οριζει

18:19 αδελφος υπο αδελφου βοηθουμενος ως πολις οχυρα και υψηλη ισχυει δε ωσπερ τεθεμελιωμενον βασιλειον

18:20 απο καρπων στοματος ανηρ πιμπλησιν κοιλιαν αυτου απο δε καρπων χειλεων αυτου εμπλησθησεται

18:21 θανατος και ζωη εν χειρι γλωσσης οι δε κρατουντες αυτης εδονται τους καρπους αυτης

18:22 ος ευρεν γυναικα αγαθην ευρεν χαριτας ελαβεν δε παρα θεου ιλαροτητα [22α] ος εκβαλλει γυναικα αγαθην εκβαλλει τα αγαθα ο δε κατεχων μοιχαλιδα αφρων και ασεβης

 

Created with FREE HTMLCompiler by BibleDatabase