HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Proverbs 19

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31]

19:3 αφροσυνη ανδρος λυμαινεται τας οδους αυτου τον δε θεον αιτιαται τη καρδια αυτου

19:4 πλουτος προστιθησιν φιλους πολλους ο δε πτωχος και απο του υπαρχοντος φιλου λειπεται

19:5 μαρτυς ψευδης ουκ ατιμωρητος εσται ο δε εγκαλων αδικως ου διαφευξεται

19:6 πολλοι θεραπευουσιν προσωπα βασιλεων πας δε ο κακος γινεται ονειδος ανδρι

19:7 πας ος αδελφον πτωχον μισει και φιλιας μακραν εσται εννοια αγαθη τοις ειδοσιν αυτην εγγιει ανηρ δε φρονιμος ευρησει αυτην ο πολλα κακοποιων τελεσιουργει κακιαν ος δε ερεθιζει λογους ου σωθησεται

19:8 ο κτωμενος φρονησιν αγαπα εαυτον ος δε φυλασσει φρονησιν ευρησει αγαθα

19:9 μαρτυς ψευδης ουκ ατιμωρητος εσται ος δ' αν εκκαυση κακιαν απολειται υπ' αυτης

19:10 ου συμφερει αφρονι τρυφη και εαν οικετης αρξηται μεθ' υβρεως δυναστευειν

19:11 ελεημων ανηρ μακροθυμει το δε καυχημα αυτου επερχεται παρανομοις

19:12 βασιλεως απειλη ομοια βρυγμω λεοντος ωσπερ δε δροσος επι χορτω ουτως το ιλαρον αυτου

19:13 αισχυνη πατρι υιος αφρων και ουχ αγναι ευχαι απο μισθωματος εταιρας

19:14 οικον και υπαρξιν μεριζουσιν πατερες παισιν παρα δε θεου αρμοζεται γυνη ανδρι

19:15 δειλια κατεχει ανδρογυναιον ψυχη δε αεργου πεινασει

19:16 ος φυλασσει εντολην τηρει την εαυτου ψυχην ο δε καταφρονων των εαυτου οδων απολειται

19:17 δανιζει θεω ο ελεων πτωχον κατα δε το δομα αυτου ανταποδωσει αυτω

19:18 παιδευε υιον σου ουτως γαρ εσται ευελπις εις δε υβριν μη επαιρου τη ψυχη σου

19:19 κακοφρων ανηρ πολλα ζημιωθησεται εαν δε λοιμευηται και την ψυχην αυτου προσθησει

19:20 ακουε υιε παιδειαν πατρος σου ινα σοφος γενη επ' εσχατων σου

19:21 πολλοι λογισμοι εν καρδια ανδρος η δε βουλη του κυριου εις τον αιωνα μενει

19:22 καρπος ανδρι ελεημοσυνη κρεισσων δε πτωχος δικαιος η πλουσιος ψευστης

19:23 φοβος κυριου εις ζωην ανδρι ο δε αφοβος αυλισθησεται εν τοποις ου ουκ επισκοπειται γνωσις

19:24 ο εγκρυπτων εις τον κολπον αυτου χειρας αδικως ουδε τω στοματι ου μη προσαγαγη αυτας

19:25 λοιμου μαστιγουμενου αφρων πανουργοτερος γινεται εαν δε ελεγχης ανδρα φρονιμον νοησει αισθησιν

19:26 ο ατιμαζων πατερα και απωθουμενος μητερα αυτου καταισχυνθησεται και επονειδιστος εσται

19:27 υιος απολειπομενος φυλαξαι παιδειαν πατρος μελετησει ρησεις κακας

19:28 ο εγγυωμενος παιδα αφρονα καθυβριζει δικαιωμα στομα δε ασεβων καταπιεται κρισεις

19:29 ετοιμαζονται ακολαστοις μαστιγες και τιμωριαι ωμοις αφρονων

 

Created with FREE HTMLCompiler by BibleDatabase