HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Proverbs 20

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31]

20:1 ακολαστον οινος και υβριστικον μεθη πας δε ο συμμειγνυμενος αυτη ουκ εσται σοφος

20:2 ου διαφερει απειλη βασιλεως θυμου λεοντος ο δε παροξυνων αυτον αμαρτανει εις την εαυτου ψυχην

20:3 δοξα ανδρι αποστρεφεσθαι λοιδοριας πας δε αφρων τοιουτοις συμπλεκεται

20:4 ονειδιζομενος οκνηρος ουκ αισχυνεται ωσαυτως και ο δανιζομενος σιτον εν αμητω

20:5 υδωρ βαθυ βουλη εν καρδια ανδρος ανηρ δε φρονιμος εξαντλησει αυτην

20:6 μεγα ανθρωπος και τιμιον ανηρ ελεημων ανδρα δε πιστον εργον ευρειν

20:7 ος αναστρεφεται αμωμος εν δικαιοσυνη μακαριους τους παιδας αυτου καταλειψει

20:8 οταν βασιλευς δικαιος καθιση επι θρονου ουκ εναντιουται εν οφθαλμοις αυτου παν πονηρον

20:9 τις καυχησεται αγνην εχειν την καρδιαν η τις παρρησιασεται καθαρος ειναι απο αμαρτιων [9α] κακολογουντος πατερα η μητερα σβεσθησεται λαμπτηρ αι δε κοραι των οφθαλμων αυτου οψονται σκοτος [9β] μερις επισπουδαζομενη εν πρωτοις εν τοις τελευταιοις ουκ ευλογηθησεται [9χ] μη ειπης τεισομαι τον εχθρον αλλα υπομεινον τον κυριον ινα σοι βοηθηση

20:10 σταθμιον μεγα και μικρον και μετρα δισσα ακαθαρτα ενωπιον κυριου και αμφοτερα

20:11 και ο ποιων αυτα εν τοις επιτηδευμασιν αυτου συμποδισθησεται νεανισκος μετα οσιου και ευθεια η οδος αυτου

20:12 ους ακουει και οφθαλμος ορα κυριου εργα και αμφοτερα

20:13 μη αγαπα καταλαλειν ινα μη εξαρθης διανοιξον τους οφθαλμους σου και εμπλησθητι αρτων

20:23 βδελυγμα κυριω δισσον σταθμιον και ζυγος δολιος ου καλον ενωπιον αυτου

20:24 παρα κυριου ευθυνεται τα διαβηματα ανδρι θνητος δε πως αν νοησαι τας οδους αυτου

20:25 παγις ανδρι ταχυ τι των ιδιων αγιασαι μετα γαρ το ευξασθαι μετανοειν γινεται

20:26 λικμητωρ ασεβων βασιλευς σοφος και επιβαλει αυτοις τροχον

20:27 φως κυριου πνοη ανθρωπων ος ερευνα ταμιεια κοιλιας

20:28 ελεημοσυνη και αληθεια φυλακη βασιλει και περικυκλωσουσιν εν δικαιοσυνη τον θρονον αυτου

20:29 κοσμος νεανιαις σοφια δοξα δε πρεσβυτερων πολιαι

20:30 υπωπια και συντριμματα συναντα κακοις πληγαι δε εις ταμιεια κοιλιας

 

Created with FREE HTMLCompiler by BibleDatabase