HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Proverbs 21

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31]

21:1 ωσπερ ορμη υδατος ουτως καρδια βασιλεως εν χειρι θεου ου εαν θελων νευση εκει εκλινεν αυτην

21:2 πας ανηρ φαινεται εαυτω δικαιος κατευθυνει δε καρδιας κυριος

21:3 ποιειν δικαια και αληθευειν αρεστα παρα θεω μαλλον η θυσιων αιμα

21:4 μεγαλοφρων εφ' υβρει θρασυκαρδιος λαμπτηρ δε ασεβων αμαρτια

21:6 ο ενεργων θησαυρισματα γλωσση ψευδει ματαια διωκει επι παγιδας θανατου

21:7 ολεθρος ασεβεσιν επιξενωθησεται ου γαρ βουλονται πρασσειν τα δικαια

21:8 προς τους σκολιους σκολιας οδους αποστελλει ο θεος αγνα γαρ και ορθα τα εργα αυτου

21:9 κρεισσον οικειν επι γωνιας υπαιθρου η εν κεκονιαμενοις μετα αδικιας και εν οικω κοινω

21:10 ψυχη ασεβους ουκ ελεηθησεται υπ' ουδενος των ανθρωπων

21:11 ζημιουμενου ακολαστου πανουργοτερος γινεται ο ακακος συνιων δε σοφος δεξεται γνωσιν

21:12 συνιει δικαιος καρδιας ασεβων και φαυλιζει ασεβεις εν κακοις

21:13 ος φρασσει τα ωτα του μη επακουσαι ασθενους και αυτος επικαλεσεται και ουκ εσται ο εισακουων

21:14 δοσις λαθριος ανατρεπει οργας δωρων δε ο φειδομενος θυμον εγειρει ισχυρον

21:15 ευφροσυνη δικαιων ποιειν κριμα οσιος δε ακαθαρτος παρα κακουργοις

21:16 ανηρ πλανωμενος εξ οδου δικαιοσυνης εν συναγωγη γιγαντων αναπαυσεται

21:17 ανηρ ενδεης αγαπα ευφροσυνην φιλων οινον και ελαιον εις πλουτον

21:18 περικαθαρμα δε δικαιου ανομος

21:19 κρεισσον οικειν εν γη ερημω η μετα γυναικος μαχιμου και γλωσσωδους και οργιλου

21:20 θησαυρος επιθυμητος αναπαυσεται επι στοματος σοφου αφρονες δε ανδρες καταπιονται αυτον

21:21 οδος δικαιοσυνης και ελεημοσυνης ευρησει ζωην και δοξαν

21:22 πολεις οχυρας επεβη σοφος και καθειλεν το οχυρωμα εφ' ω επεποιθεισαν οι ασεβεις

21:23 ος φυλασσει το στομα αυτου και την γλωσσαν διατηρει εκ θλιψεως την ψυχην αυτου

21:24 θρασυς και αυθαδης και αλαζων λοιμος καλειται ος δε μνησικακει παρανομος

21:25 επιθυμιαι οκνηρον αποκτεινουσιν ου γαρ προαιρουνται αι χειρες αυτου ποιειν τι

21:26 ασεβης επιθυμει ολην την ημεραν επιθυμιας κακας ο δε δικαιος ελεα και οικτιρει αφειδως

21:27 θυσιαι ασεβων βδελυγμα κυριω και γαρ παρανομως προσφερουσιν αυτας

21:28 μαρτυς ψευδης απολειται ανηρ δε υπηκοος φυλασσομενος λαλησει

21:29 ασεβης ανηρ αναιδως υφισταται προσωπω ο δε ευθης αυτος συνιει τας οδους αυτου

21:30 ουκ εστιν σοφια ουκ εστιν ανδρεια ουκ εστιν βουλη προς τον ασεβη

21:31 ιππος ετοιμαζεται εις ημεραν πολεμου παρα δε κυριου η βοηθεια

 

Created with FREE HTMLCompiler by BibleDatabase