HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Proverbs 22

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31]

22:1 αιρετωτερον ονομα καλον η πλουτος πολυς υπερ δε αργυριον και χρυσιον χαρις αγαθη

22:2 πλουσιος και πτωχος συνηντησαν αλληλοις αμφοτερους δε ο κυριος εποιησεν

22:3 πανουργος ιδων πονηρον τιμωρουμενον κραταιως αυτος παιδευεται οι δε αφρονες παρελθοντες εζημιωθησαν

22:4 γενεα σοφιας φοβος κυριου και πλουτος και δοξα και ζωη

22:5 τριβολοι και παγιδες εν οδοις σκολιαις ο δε φυλασσων την εαυτου ψυχην αφεξεται αυτων

22:7 πλουσιοι πτωχων αρξουσιν και οικεται ιδιοις δεσποταις δανιουσιν

22:8 ο σπειρων φαυλα θερισει κακα πληγην δε εργων αυτου συντελεσει [8α] ανδρα ιλαρον και δοτην ευλογει ο θεος ματαιοτητα δε εργων αυτου συντελεσει

22:9 ο ελεων πτωχον αυτος διατραφησεται των γαρ εαυτου αρτων εδωκεν τω πτωχω [9α] νικην και τιμην περιποιειται ο δωρα δους την μεντοι ψυχην αφαιρειται των κεκτημενων

22:10 εκβαλε εκ συνεδριου λοιμον και συνεξελευσεται αυτω νεικος οταν γαρ καθιση εν συνεδριω παντας ατιμαζει

22:11 αγαπα κυριος οσιας καρδιας δεκτοι δε αυτω παντες αμωμοι χειλεσιν ποιμαινει βασιλευς

22:12 οι δε οφθαλμοι κυριου διατηρουσιν αισθησιν φαυλιζει δε λογους παρανομος

22:13 προφασιζεται και λεγει οκνηρος λεων εν ταις οδοις εν δε ταις πλατειαις φονευται

22:14 βοθρος βαθυς στομα παρανομου ο δε μισηθεις υπο κυριου εμπεσειται εις αυτον [14α] εισιν οδοι κακαι ενωπιον ανδρος και ουκ αγαπα του αποστρεψαι απ' αυτων αποστρεφειν δε δει απο οδου σκολιας και κακης

22:15 ανοια εξηπται καρδιας νεου ραβδος δε και παιδεια μακραν απ' αυτου

22:16 ο συκοφαντων πενητα πολλα ποιει τα εαυτου διδωσιν δε πλουσιω επ' ελασσονι

22:17 λογοις σοφων παραβαλλε σον ους και ακουε εμον λογον την δε σην καρδιαν επιστησον ινα γνως οτι καλοι εισιν

22:18 και εαν εμβαλης αυτους εις την καρδιαν σου ευφρανουσιν σε αμα επι σοις χειλεσιν

22:19 ινα σου γενηται επι κυριον η ελπις και γνωριση σοι την οδον αυτου

22:20 και συ δε απογραψαι αυτα σεαυτω τρισσως εις βουλην και γνωσιν επι το πλατος της καρδιας σου

22:21 διδασκω ουν σε αληθη λογον και γνωσιν αγαθην υπακουειν του αποκρινεσθαι λογους αληθειας τοις προβαλλομενοις σοι

22:22 μη αποβιαζου πενητα πτωχος γαρ εστιν και μη ατιμασης ασθενη εν πυλαις

22:23 ο γαρ κυριος κρινει αυτου την κρισιν και ρυση σην ασυλον ψυχην

22:24 μη ισθι εταιρος ανδρι θυμωδει φιλω δε οργιλω μη συναυλιζου

22:25 μηποτε μαθης των οδων αυτου και λαβης βροχους τη ση ψυχη

22:26 μη διδου σεαυτον εις εγγυην αισχυνομενος προσωπον

22:27 εαν γαρ μη εχης ποθεν αποτεισης λημψονται το στρωμα το υπο τας πλευρας σου

22:28 μη μεταιρε ορια αιωνια α εθεντο οι πατερες σου

22:29 ορατικον ανδρα και οξυν εν τοις εργοις αυτου βασιλευσι δει παρεσταναι και μη παρεσταναι ανδρασι νωθροις

 

Created with FREE HTMLCompiler by BibleDatabase