HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Proverbs 23

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31]

23:1 εαν καθισης δειπνειν επι τραπεζης δυναστων νοητως νοει τα παρατιθεμενα σοι

23:2 και επιβαλλε την χειρα σου ειδως οτι τοιαυτα σε δει παρασκευασαι

23:3 ει δε απληστοτερος ει μη επιθυμει των εδεσματων αυτου ταυτα γαρ εχεται ζωης ψευδους

23:4 μη παρεκτεινου πενης ων πλουσιω τη δε ση εννοια αποσχου

23:5 εαν επιστησης το σον ομμα προς αυτον ουδαμου φανειται κατεσκευασται γαρ αυτω πτερυγες ωσπερ αετου και υποστρεφει εις τον οικον του προεστηκοτος αυτου

23:6 μη συνδειπνει ανδρι βασκανω μηδε επιθυμει των βρωματων αυτου

23:7 ον τροπον γαρ ει τις καταπιοι τριχα ουτως εσθιει και πινει

23:8 μηδε προς σε εισαγαγης αυτον και φαγης τον ψωμον σου μετ' αυτου εξεμεσει γαρ αυτον και λυμανειται τους λογους σου τους καλους

23:9 εις ωτα αφρονος μηδεν λεγε μηποτε μυκτηριση τους συνετους λογους σου

23:10 μη μεταθης ορια αιωνια εις δε κτημα ορφανων μη εισελθης

23:11 ο γαρ λυτρουμενος αυτους κυριος κραταιος εστιν και κρινει την κρισιν αυτων μετα σου

23:12 δος εις παιδειαν την καρδιαν σου τα δε ωτα σου ετοιμασον λογοις αισθησεως

23:13 μη αποσχη νηπιον παιδευειν οτι εαν παταξης αυτον ραβδω ου μη αποθανη

23:14 συ μεν γαρ παταξεις αυτον ραβδω την δε ψυχην αυτου εκ θανατου ρυση

23:15 υιε εαν σοφη γενηται σου η καρδια ευφρανεις και την εμην καρδιαν

23:16 και ενδιατριψει λογοις τα σα χειλη προς τα εμα χειλη εαν ορθα ωσιν

23:17 μη ζηλουτω η καρδια σου αμαρτωλους αλλα εν φοβω κυριου ισθι ολην την ημεραν

23:18 εαν γαρ τηρησης αυτα εσται σοι εκγονα η δε ελπις σου ουκ αποστησεται

23:19 ακουε υιε και σοφος γινου και κατευθυνε εννοιας σης καρδιας

23:20 μη ισθι οινοποτης μηδε εκτεινου συμβολαις κρεων τε αγορασμοις

23:21 πας γαρ μεθυσος και πορνοκοπος πτωχευσει και ενδυσεται διερρηγμενα και ρακωδη πας υπνωδης

23:22 ακουε υιε πατρος του γεννησαντος σε και μη καταφρονει οτι γεγηρακεν σου η μητηρ

23:24 καλως εκτρεφει πατηρ δικαιος επι δε υιω σοφω ευφραινεται η ψυχη αυτου

23:25 ευφραινεσθω ο πατηρ και η μητηρ επι σοι και χαιρετω η τεκουσα σε

23:26 δος μοι υιε σην καρδιαν οι δε σοι οφθαλμοι εμας οδους τηρειτωσαν

23:27 πιθος γαρ τετρημενος εστιν αλλοτριος οικος και φρεαρ στενον αλλοτριον

23:28 ουτος γαρ συντομως απολειται και πας παρανομος αναλωθησεται

23:29 τινι ουαι τινι θορυβος τινι κρισις τινι αηδιαι και λεσχαι τινι συντριμματα δια κενης τινος πελειοι οι οφθαλμοι

23:30 ου των εγχρονιζοντων εν οινοις ου των ιχνευοντων που ποτοι γινονται

23:31 μη μεθυσκεσθε οινω αλλα ομιλειτε ανθρωποις δικαιοις και ομιλειτε εν περιπατοις εαν γαρ εις τας φιαλας και τα ποτηρια δως τους οφθαλμους σου υστερον περιπατησεις γυμνοτερος υπερου

23:32 το δε εσχατον ωσπερ υπο οφεως πεπληγως εκτεινεται και ωσπερ υπο κεραστου διαχειται αυτω ο ιος

23:33 οι οφθαλμοι σου οταν ιδωσιν αλλοτριαν το στομα σου τοτε λαλησει σκολια

23:34 και κατακειση ωσπερ εν καρδια θαλασσης και ωσπερ κυβερνητης εν πολλω κλυδωνι

23:35 ερεις δε τυπτουσιν με και ουκ επονεσα και ενεπαιξαν μοι εγω δε ουκ ηδειν ποτε ορθρος εσται ινα ελθων ζητησω μεθ' ων συνελευσομαι

 

Created with FREE HTMLCompiler by BibleDatabase