HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Proverbs 24

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31]

24:1 υιε μη ζηλωσης κακους ανδρας μηδε επιθυμησης ειναι μετ' αυτων

24:2 ψευδη γαρ μελετα η καρδια αυτων και πονους τα χειλη αυτων λαλει

24:3 μετα σοφιας οικοδομειται οικος και μετα συνεσεως ανορθουται

24:4 μετα αισθησεως εμπιμπλαται ταμιεια εκ παντος πλουτου τιμιου και καλου

24:5 κρεισσων σοφος ισχυρου και ανηρ φρονησιν εχων γεωργιου μεγαλου

24:6 μετα κυβερνησεως γινεται πολεμος βοηθεια δε μετα καρδιας βουλευτικης

24:7 σοφια και εννοια αγαθη εν πυλαις σοφων σοφοι ουκ εκκλινουσιν εκ στοματος κυριου

24:8 αλλα λογιζονται εν συνεδριοις απαιδευτοις συναντα θανατος

24:9 αποθνησκει δε αφρων εν αμαρτιαις ακαθαρσια δε ανδρι λοιμω εμμολυνθησεται

24:10 εν ημερα κακη και εν ημερα θλιψεως εως αν εκλιπη

24:11 ρυσαι αγομενους εις θανατον και εκπριου κτεινομενους μη φειση

24:12 εαν δε ειπης ουκ οιδα τουτον γινωσκε οτι κυριος καρδιας παντων γινωσκει και ο πλασας πνοην πασιν αυτος οιδεν παντα ος αποδιδωσιν εκαστω κατα τα εργα αυτου

24:13 φαγε μελι υιε αγαθον γαρ κηριον ινα γλυκανθη σου ο φαρυγξ

24:14 ουτως αισθηση σοφιαν τη ση ψυχη εαν γαρ ευρης εσται καλη η τελευτη σου και ελπις σε ουκ εγκαταλειψει

24:15 μη προσαγαγης ασεβη νομη δικαιων μηδε απατηθης χορτασια κοιλιας

24:16 επτακι γαρ πεσειται ο δικαιος και αναστησεται οι δε ασεβεις ασθενησουσιν εν κακοις

24:17 εαν πεση ο εχθρος σου μη επιχαρης αυτω εν δε τω υποσκελισματι αυτου μη επαιρου

24:18 οτι οψεται κυριος και ουκ αρεσει αυτω και αποστρεψει τον θυμον αυτου απ' αυτου

24:19 μη χαιρε επι κακοποιοις μηδε ζηλου αμαρτωλους

24:20 ου γαρ μη γενηται εκγονα πονηρων λαμπτηρ δε ασεβων σβεσθησεται

24:21 φοβου τον θεον υιε και βασιλεα και μηθετερω αυτων απειθησης

24:22 εξαιφνης γαρ τεισονται τους ασεβεις τας δε τιμωριας αμφοτερων τις γνωσεται [22α] λογον φυλασσομενος υιος απωλειας εκτος εσται δεχομενος δε εδεξατο αυτον [22β] μηδεν ψευδος απο γλωσσης βασιλει λεγεσθω και ουδεν ψευδος απο γλωσσης αυτου ου μη εξελθη [22χ] μαχαιρα γλωσσα βασιλεως και ου σαρκινη ος δ' αν παραδοθη συντριβησεται [22δ] εαν γαρ οξυνθη ο θυμος αυτου συν νευροις ανθρωπους αναλισκει [22ε] και οστα ανθρωπων κατατρωγει και συγκαιει ωσπερ φλοξ ωστε αβρωτα ειναι νεοσσοις αετων

24:23 ταυτα δε λεγω υμιν τοις σοφοις επιγινωσκειν αιδεισθαι προσωπον εν κρισει ου καλον

24:24 ο ειπων τον ασεβη δικαιος εστιν επικαταρατος λαοις εσται και μισητος εις εθνη

24:25 οι δε ελεγχοντες βελτιους φανουνται επ' αυτους δε ηξει ευλογια αγαθη

24:26 χειλη δε φιλησουσιν αποκρινομενα λογους αγαθους

24:27 ετοιμαζε εις την εξοδον τα εργα σου και παρασκευαζου εις τον αγρον και πορευου κατοπισθεν μου και ανοικοδομησεις τον οικον σου

24:28 μη ισθι ψευδης μαρτυς επι σον πολιτην μηδε πλατυνου σοις χειλεσιν

24:29 μη ειπης ον τροπον εχρησατο μοι χρησομαι αυτω τεισομαι δε αυτον α με ηδικησεν

24:30 ωσπερ γεωργιον ανηρ αφρων και ωσπερ αμπελων ανθρωπος ενδεης φρενων

24:31 εαν αφης αυτον χερσωθησεται και χορτομανησει ολος και γινεται εκλελειμμενος οι δε φραγμοι των λιθων αυτου κατασκαπτονται

24:32 υστερον εγω μετενοησα επεβλεψα του εκλεξασθαι παιδειαν

24:33 ολιγον νυσταζω ολιγον δε καθυπνω ολιγον δε εναγκαλιζομαι χερσιν στηθη

24:34 εαν δε τουτο ποιης ηξει προπορευομενη η πενια σου και η ενδεια σου ωσπερ αγαθος δρομευς

 

Created with FREE HTMLCompiler by BibleDatabase