HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Proverbs 30

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31]

30:1 τους εμους λογους υιε φοβηθητι και δεξαμενος αυτους μετανοει ταδε λεγει ο ανηρ τοις πιστευουσιν θεω και παυομαι

30:2 αφρονεστατος γαρ ειμι παντων ανθρωπων και φρονησις ανθρωπων ουκ εστιν εν εμοι

30:3 θεος δεδιδαχεν με σοφιαν και γνωσιν αγιων εγνωκα

30:4 τις ανεβη εις τον ουρανον και κατεβη τις συνηγαγεν ανεμους εν κολπω τις συνεστρεψεν υδωρ εν ιματιω τις εκρατησεν παντων των ακρων της γης τι ονομα αυτω η τι ονομα τοις τεκνοις αυτου ινα γνως

30:5 παντες λογοι θεου πεπυρωμενοι υπερασπιζει δε αυτος των ευλαβουμενων αυτον

30:6 μη προσθης τοις λογοις αυτου ινα μη ελεγξη σε και ψευδης γενη

30:7 δυο αιτουμαι παρα σου μη αφελης μου χαριν προ του αποθανειν με

30:8 ματαιον λογον και ψευδη μακραν μου ποιησον πλουτον δε και πενιαν μη μοι δως συνταξον δε μοι τα δεοντα και τα αυταρκη

30:9 ινα μη πλησθεις ψευδης γενωμαι και ειπω τις με ορα η πενηθεις κλεψω και ομοσω το ονομα του θεου

30:10 μη παραδως οικετην εις χειρας δεσποτου μηποτε καταρασηται σε και αφανισθης

30:11 εκγονον κακον πατερα καταραται την δε μητερα ουκ ευλογει

30:12 εκγονον κακον δικαιον εαυτον κρινει την δε εξοδον αυτου ουκ απενιψεν

30:13 εκγονον κακον υψηλους οφθαλμους εχει τοις δε βλεφαροις αυτου επαιρεται

30:14 εκγονον κακον μαχαιρας τους οδοντας εχει και τας μυλας τομιδας ωστε αναλισκειν και κατεσθιειν τους ταπεινους απο της γης και τους πενητας αυτων εξ ανθρωπων

30:15 τη βδελλη τρεις θυγατερες ησαν αγαπησει αγαπωμεναι και αι τρεις αυται ουκ ενεπιμπλασαν αυτην και η τεταρτη ουκ ηρκεσθη ειπειν ικανον

30:16 αδης και ερως γυναικος και ταρταρος και γη ουκ εμπιπλαμενη υδατος και υδωρ και πυρ ου μη ειπωσιν αρκει

30:17 οφθαλμον καταγελωντα πατρος και ατιμαζοντα γηρας μητρος εκκοψαισαν αυτον κορακες εκ των φαραγγων και καταφαγοισαν αυτον νεοσσοι αετων

30:18 τρια δε εστιν αδυνατα μοι νοησαι και το τεταρτον ουκ επιγινωσκω

30:19 ιχνη αετου πετομενου και οδους οφεως επι πετρας και τριβους νηος ποντοπορουσης και οδους ανδρος εν νεοτητι

30:20 τοιαυτη οδος γυναικος μοιχαλιδος η οταν πραξη απονιψαμενη ουδεν φησιν πεπραχεναι ατοπον

30:21 δια τριων σειεται η γη το δε τεταρτον ου δυναται φερειν

30:22 εαν οικετης βασιλευση και αφρων πλησθη σιτιων

30:23 και οικετις εαν εκβαλη την εαυτης κυριαν και μισητη γυνη εαν τυχη ανδρος αγαθου

30:24 τεσσαρα δε εστιν ελαχιστα επι της γης ταυτα δε εστιν σοφωτερα των σοφων

30:25 οι μυρμηκες οις μη εστιν ισχυς και ετοιμαζονται θερους την τροφην

30:26 και οι χοιρογρυλλιοι εθνος ουκ ισχυρον οι εποιησαντο εν πετραις τους εαυτων οικους

30:27 αβασιλευτον εστιν η ακρις και εκστρατευει αφ' ενος κελευσματος ευτακτως

30:28 και καλαβωτης χερσιν ερειδομενος και ευαλωτος ων κατοικει εν οχυρωμασιν βασιλεως

30:29 τρια δε εστιν α ευοδως πορευεται και το τεταρτον ο καλως διαβαινει

30:30 σκυμνος λεοντος ισχυροτερος κτηνων ος ουκ αποστρεφεται ουδε καταπτησσει κτηνος

30:31 και αλεκτωρ εμπεριπατων θηλειαις ευψυχος και τραγος ηγουμενος αιπολιου και βασιλευς δημηγορων εν εθνει

30:32 εαν προη σεαυτον εις ευφροσυνην και εκτεινης την χειρα σου μετα μαχης ατιμασθηση

30:33 αμελγε γαλα και εσται βουτυρον εαν δε εκπιεζης μυκτηρας εξελευσεται αιμα εαν δε εξελκης λογους εξελευσονται κρισεις και μαχαι

 

Created with FREE HTMLCompiler by BibleDatabase