HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Proverbs 31

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31]

31:1 οι εμοι λογοι ειρηνται υπο θεου βασιλεως χρηματισμος ον επαιδευσεν η μητηρ αυτου

31:2 τι τεκνον τηρησεις τι ρησεις θεου πρωτογενες σοι λεγω υιε τι τεκνον εμης κοιλιας τι τεκνον εμων ευχων

31:3 μη δως γυναιξι σον πλουτον και τον σον νουν και βιον εις υστεροβουλιαν

31:4 μετα βουλης παντα ποιει μετα βουλης οινοποτει οι δυνασται θυμωδεις εισιν οινον δε μη πινετωσαν

31:5 ινα μη πιοντες επιλαθωνται της σοφιας και ορθα κριναι ου μη δυνωνται τους ασθενεις

31:6 διδοτε μεθην τοις εν λυπαις και οινον πινειν τοις εν οδυναις

31:7 ινα επιλαθωνται της πενιας και των πονων μη μνησθωσιν ετι

31:8 ανοιγε σον στομα λογω θεου και κρινε παντας υγιως

31:9 ανοιγε σον στομα και κρινε δικαιως διακρινε δε πενητα και ασθενη

31:10 γυναικα ανδρειαν τις ευρησει τιμιωτερα δε εστιν λιθων πολυτελων η τοιαυτη

31:11 θαρσει επ' αυτη η καρδια του ανδρος αυτης η τοιαυτη καλων σκυλων ουκ απορησει

31:12 ενεργει γαρ τω ανδρι αγαθα παντα τον βιον

31:13 μηρυομενη ερια και λινον εποιησεν ευχρηστον ταις χερσιν αυτης

31:14 εγενετο ωσει ναυς εμπορευομενη μακροθεν συναγει δε αυτη τον βιον

31:15 και ανισταται εκ νυκτων και εδωκεν βρωματα τω οικω και εργα ταις θεραπαιναις

31:16 θεωρησασα γεωργιον επριατο απο δε καρπων χειρων αυτης κατεφυτευσεν κτημα

31:17 αναζωσαμενη ισχυρως την οσφυν αυτης ηρεισεν τους βραχιονας αυτης εις εργον

31:18 εγευσατο οτι καλον εστιν το εργαζεσθαι και ουκ αποσβεννυται ολην την νυκτα ο λυχνος αυτης

31:19 τους πηχεις αυτης εκτεινει επι τα συμφεροντα τας δε χειρας αυτης ερειδει εις ατρακτον

31:20 χειρας δε αυτης διηνοιξεν πενητι καρπον δε εξετεινεν πτωχω

31:21 ου φροντιζει των εν οικω ο ανηρ αυτης οταν που χρονιζη παντες γαρ οι παρ' αυτης ενδιδυσκονται

31:22 δισσας χλαινας εποιησεν τω ανδρι αυτης εκ δε βυσσου και πορφυρας εαυτη ενδυματα

31:23 περιβλεπτος δε γινεται εν πυλαις ο ανηρ αυτης ηνικα αν καθιση εν συνεδριω μετα των γεροντων κατοικων της γης

31:24 σινδονας εποιησεν και απεδοτο περιζωματα δε τοις χαναναιοις

31:25 στομα αυτης διηνοιξεν προσεχοντως και εννομως και ταξιν εστειλατο τη γλωσση αυτης

31:26 ισχυν και ευπρεπειαν ενεδυσατο και ευφρανθη εν ημεραις εσχαταις

31:27 στεγναι διατριβαι οικων αυτης σιτα δε οκνηρα ουκ εφαγεν

31:28 το στομα δε ανοιγει σοφως και νομοθεσμως η δε ελεημοσυνη αυτης ανεστησεν τα τεκνα αυτης και επλουτησαν και ο ανηρ αυτης ηνεσεν αυτην

31:29 πολλαι θυγατερες εκτησαντο πλουτον πολλαι εποιησαν δυνατα συ δε υπερκεισαι και υπερηρας πασας

31:30 ψευδεις αρεσκειαι και ματαιον καλλος γυναικος γυνη γαρ συνετη ευλογειται φοβον δε κυριου αυτη αινειτω

31:31 δοτε αυτη απο καρπων χειρων αυτης και αινεισθω εν πυλαις ο ανηρ αυτης .

 

Created with FREE HTMLCompiler by BibleDatabase