HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Eccleasiates 1

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12]

1:1 ρηματα εκκλησιαστου υιου δαυιδ βασιλεως ισραηλ εν ιερουσαλημ

1:2 ματαιοτης ματαιοτητων ειπεν ο εκκλησιαστης ματαιοτης ματαιοτητων τα παντα ματαιοτης

1:3 τις περισσεια τω ανθρωπω εν παντι μοχθω αυτου ω μοχθει υπο τον ηλιον

1:4 γενεα πορευεται και γενεα ερχεται και η γη εις τον αιωνα εστηκεν

1:5 και ανατελλει ο ηλιος και δυνει ο ηλιος και εις τον τοπον αυτου ελκει

1:6 ανατελλων αυτος εκει πορευεται προς νοτον και κυκλοι προς βορραν κυκλοι κυκλων πορευεται το πνευμα και επι κυκλους αυτου επιστρεφει το πνευμα

1:7 παντες οι χειμαρροι πορευονται εις την θαλασσαν και η θαλασσα ουκ εσται εμπιμπλαμενη εις τοπον ου οι χειμαρροι πορευονται εκει αυτοι επιστρεφουσιν του πορευθηναι

1:8 παντες οι λογοι εγκοποι ου δυνησεται ανηρ του λαλειν και ουκ εμπλησθησεται οφθαλμος του οραν και ου πληρωθησεται ους απο ακροασεως

1:9 τι το γεγονος αυτο το γενησομενον και τι το πεποιημενον αυτο το ποιηθησομενον και ουκ εστιν παν προσφατον υπο τον ηλιον

1:10 ος λαλησει και ερει ιδε τουτο καινον εστιν ηδη γεγονεν εν τοις αιωσιν τοις γενομενοις απο εμπροσθεν ημων

1:11 ουκ εστιν μνημη τοις πρωτοις και γε τοις εσχατοις γενομενοις ουκ εσται αυτοις μνημη μετα των γενησομενων εις την εσχατην

1:12 εγω εκκλησιαστης εγενομην βασιλευς επι ισραηλ εν ιερουσαλημ

1:13 και εδωκα την καρδιαν μου του εκζητησαι και του κατασκεψασθαι εν τη σοφια περι παντων των γινομενων υπο τον ουρανον οτι περισπασμον πονηρον εδωκεν ο θεος τοις υιοις του ανθρωπου του περισπασθαι εν αυτω

1:14 ειδον συν παντα τα ποιηματα τα πεποιημενα υπο τον ηλιον και ιδου τα παντα ματαιοτης και προαιρεσις πνευματος

1:15 διεστραμμενον ου δυνησεται του επικοσμηθηναι και υστερημα ου δυνησεται του αριθμηθηναι

1:16 ελαλησα εγω εν καρδια μου τω λεγειν εγω ιδου εμεγαλυνθην και προσεθηκα σοφιαν επι πασιν οι εγενοντο εμπροσθεν μου εν ιερουσαλημ και καρδια μου ειδεν πολλα σοφιαν και γνωσιν

1:17 και εδωκα καρδιαν μου του γνωναι σοφιαν και γνωσιν παραβολας και επιστημην εγνων οτι και γε τουτ' εστιν προαιρεσις πνευματος

1:18 οτι εν πληθει σοφιας πληθος γνωσεως και ο προστιθεις γνωσιν προσθησει αλγημα

 

Created with FREE HTMLCompiler by BibleDatabase