HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Eccleasiates 3

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12]

3:1 τοις πασιν χρονος και καιρος τω παντι πραγματι υπο τον ουρανον

3:2 καιρος του τεκειν και καιρος του αποθανειν καιρος του φυτευσαι και καιρος του εκτιλαι πεφυτευμενον

3:3 καιρος του αποκτειναι και καιρος του ιασασθαι καιρος του καθελειν και καιρος του οικοδομησαι

3:4 καιρος του κλαυσαι και καιρος του γελασαι καιρος του κοψασθαι και καιρος του ορχησασθαι

3:5 καιρος του βαλειν λιθους και καιρος του συναγαγειν λιθους καιρος του περιλαβειν και καιρος του μακρυνθηναι απο περιλημψεως

3:6 καιρος του ζητησαι και καιρος του απολεσαι καιρος του φυλαξαι και καιρος του εκβαλειν

3:7 καιρος του ρηξαι και καιρος του ραψαι καιρος του σιγαν και καιρος του λαλειν

3:8 καιρος του φιλησαι και καιρος του μισησαι καιρος πολεμου και καιρος ειρηνης

3:9 τις περισσεια του ποιουντος εν οις αυτος μοχθει

3:10 ειδον συν τον περισπασμον ον εδωκεν ο θεος τοις υιοις του ανθρωπου του περισπασθαι εν αυτω

3:11 συν τα παντα εποιησεν καλα εν καιρω αυτου και γε συν τον αιωνα εδωκεν εν καρδια αυτων οπως μη ευρη ο ανθρωπος το ποιημα ο εποιησεν ο θεος απ' αρχης και μεχρι τελους

3:12 εγνων οτι ουκ εστιν αγαθον εν αυτοις ει μη του ευφρανθηναι και του ποιειν αγαθον εν ζωη αυτου

3:13 και γε πας ο ανθρωπος ος φαγεται και πιεται και ιδη αγαθον εν παντι μοχθω αυτου δομα θεου εστιν

3:14 εγνων οτι παντα οσα εποιησεν ο θεος αυτα εσται εις τον αιωνα επ' αυτω ουκ εστιν προσθειναι και απ' αυτου ουκ εστιν αφελειν και ο θεος εποιησεν ινα φοβηθωσιν απο προσωπου αυτου

3:15 το γενομενον ηδη εστιν και οσα του γινεσθαι ηδη γεγονεν και ο θεος ζητησει τον διωκομενον

3:16 και ετι ειδον υπο τον ηλιον τοπον της κρισεως εκει ο ασεβης και τοπον του δικαιου εκει ο ασεβης

3:17 ειπα εγω εν καρδια μου συν τον δικαιον και συν τον ασεβη κρινει ο θεος οτι καιρος τω παντι πραγματι και επι παντι τω ποιηματι

3:18 εκει ειπα εγω εν καρδια μου περι λαλιας υιων του ανθρωπου οτι διακρινει αυτους ο θεος και του δειξαι οτι αυτοι κτηνη εισιν και γε αυτοις

3:19 οτι συναντημα υιων του ανθρωπου και συναντημα του κτηνους συναντημα εν αυτοις ως ο θανατος τουτου ουτως ο θανατος τουτου και πνευμα εν τοις πασιν και τι επερισσευσεν ο ανθρωπος παρα το κτηνος ουδεν οτι τα παντα ματαιοτης

3:20 τα παντα πορευεται εις τοπον ενα τα παντα εγενετο απο του χοος και τα παντα επιστρεφει εις τον χουν

3:21 και τις οιδεν πνευμα υιων του ανθρωπου ει αναβαινει αυτο εις ανω και πνευμα του κτηνους ει καταβαινει αυτο κατω εις γην

3:22 και ειδον οτι ουκ εστιν αγαθον ει μη ο ευφρανθησεται ο ανθρωπος εν ποιημασιν αυτου οτι αυτο μερις αυτου οτι τις αξει αυτον του ιδειν εν ω εαν γενηται μετ' αυτον

 

Created with FREE HTMLCompiler by BibleDatabase