HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Eccleasiates 5

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12]

5:1 μη σπευδε επι στοματι σου και καρδια σου μη ταχυνατω του εξενεγκαι λογον προ προσωπου του θεου οτι ο θεος εν τω ουρανω και συ επι της γης επι τουτω εστωσαν οι λογοι σου ολιγοι

5:2 οτι παραγινεται ενυπνιον εν πληθει περισπασμου και φωνη αφρονος εν πληθει λογων

5:3 καθως αν ευξη ευχην τω θεω μη χρονισης του αποδουναι αυτην οτι ουκ εστιν θελημα εν αφροσιν συν οσα εαν ευξη αποδος

5:4 αγαθον το μη ευξασθαι σε η το ευξασθαι σε και μη αποδουναι

5:5 μη δως το στομα σου του εξαμαρτησαι την σαρκα σου και μη ειπης προ προσωπου του θεου οτι αγνοια εστιν ινα μη οργισθη ο θεος επι φωνη σου και διαφθειρη τα ποιηματα χειρων σου

5:6 οτι εν πληθει ενυπνιων και ματαιοτητες και λογοι πολλοι οτι συν τον θεον φοβου

5:7 εαν συκοφαντιαν πενητος και αρπαγην κριματος και δικαιοσυνης ιδης εν χωρα μη θαυμασης επι τω πραγματι οτι υψηλος επανω υψηλου φυλαξαι και υψηλοι επ' αυτους

5:8 και περισσεια γης εν παντι εστι βασιλευς του αγρου ειργασμενου

5:9 αγαπων αργυριον ου πλησθησεται αργυριου και τις ηγαπησεν εν πληθει αυτων γενημα και γε τουτο ματαιοτης

5:10 εν πληθει της αγαθωσυνης επληθυνθησαν εσθοντες αυτην και τι ανδρεια τω παρ' αυτης οτι αλλ' η του οραν οφθαλμοις αυτου

5:11 γλυκυς υπνος του δουλου ει ολιγον και ει πολυ φαγεται και τω εμπλησθεντι του πλουτησαι ουκ εστιν αφιων αυτον του υπνωσαι

5:12 εστιν αρρωστια ην ειδον υπο τον ηλιον πλουτον φυλασσομενον τω παρ' αυτου εις κακιαν αυτου

5:13 και απολειται ο πλουτος εκεινος εν περισπασμω πονηρω και εγεννησεν υιον και ουκ εστιν εν χειρι αυτου ουδεν

5:14 καθως εξηλθεν απο γαστρος μητρος αυτου γυμνος επιστρεψει του πορευθηναι ως ηκει και ουδεν ου λημψεται εν μοχθω αυτου ινα πορευθη εν χειρι αυτου

5:15 και γε τουτο πονηρα αρρωστια ωσπερ γαρ παρεγενετο ουτως και απελευσεται και τις περισσεια αυτω η μοχθει εις ανεμον

5:16 και γε πασαι αι ημεραι αυτου εν σκοτει και πενθει και θυμω πολλω και αρρωστια και χολω

5:17 ιδου ο ειδον εγω αγαθον ο εστιν καλον του φαγειν και του πιειν και του ιδειν αγαθωσυνην εν παντι μοχθω αυτου ω εαν μοχθη υπο τον ηλιον αριθμον ημερων ζωης αυτου ων εδωκεν αυτω ο θεος οτι αυτο μερις αυτου

5:18 και γε πας ο ανθρωπος ω εδωκεν αυτω ο θεος πλουτον και υπαρχοντα και εξουσιασεν αυτον του φαγειν απ' αυτου και του λαβειν το μερος αυτου και του ευφρανθηναι εν μοχθω αυτου τουτο δομα θεου εστιν

5:19 οτι ου πολλα μνησθησεται τας ημερας της ζωης αυτου οτι ο θεος περισπα αυτον εν ευφροσυνη καρδιας αυτου

 

Created with FREE HTMLCompiler by BibleDatabase