HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Eccleasiates 10

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12]

10:1 μυιαι θανατουσαι σαπριουσιν σκευασιαν ελαιου ηδυσματος τιμιον ολιγον σοφιας υπερ δοξαν αφροσυνης μεγαλης

10:2 καρδια σοφου εις δεξιον αυτου και καρδια αφρονος εις αριστερον αυτου

10:3 και γε εν οδω οταν αφρων πορευηται καρδια αυτου υστερησει και α λογιειται παντα αφροσυνη εστιν

10:4 εαν πνευμα του εξουσιαζοντος αναβη επι σε τοπον σου μη αφης οτι ιαμα καταπαυσει αμαρτιας μεγαλας

10:5 εστιν πονηρια ην ειδον υπο τον ηλιον ως ακουσιον ο εξηλθεν απο προσωπου του εξουσιαζοντος

10:6 εδοθη ο αφρων εν υψεσι μεγαλοις και πλουσιοι εν ταπεινω καθησονται

10:7 ειδον δουλους εφ' ιππους και αρχοντας πορευομενους ως δουλους επι της γης

10:8 ο ορυσσων βοθρον εν αυτω εμπεσειται και καθαιρουντα φραγμον δηξεται αυτον οφις

10:9 εξαιρων λιθους διαπονηθησεται εν αυτοις σχιζων ξυλα κινδυνευσει εν αυτοις

10:10 εαν εκπεση το σιδηριον και αυτος προσωπον εταραξεν και δυναμεις δυναμωσει και περισσεια του ανδρειου σοφια

10:11 εαν δακη ο οφις εν ου ψιθυρισμω και ουκ εστιν περισσεια τω επαδοντι

10:12 λογοι στοματος σοφου χαρις και χειλη αφρονος καταποντιουσιν αυτον

10:13 αρχη λογων στοματος αυτου αφροσονη και εσχατη στοματος αυτου περιφερεια πονηρα

10:14 και ο αφρων πληθυνει λογους ουκ εγνω ο ανθρωπος τι το γενομενον και τι το εσομενον οπισω αυτου τις αναγγελει αυτω

10:15 μοχθος των αφρονων κοπωσει αυτους ος ουκ εγνω του πορευθηναι εις πολιν

10:16 ουαι σοι πολις ης ο βασιλευς σου νεωτερος και οι αρχοντες σου εν πρωια εσθιουσιν

10:17 μακαρια συ γη ης ο βασιλευς σου υιος ελευθερων και οι αρχοντες σου προς καιρον φαγονται εν δυναμει και ουκ αισχυνθησονται

10:18 εν οκνηριαις ταπεινωθησεται η δοκωσις και εν αργια χειρων σταξει η οικια

10:19 εις γελωτα ποιουσιν αρτον και οινος ευφραινει ζωντας και του αργυριου επακουσεται συν τα παντα

10:20 και γε εν συνειδησει σου βασιλεα μη καταραση και εν ταμιειοις κοιτωνων σου μη καταραση πλουσιον οτι πετεινον του ουρανου αποισει συν την φωνην και ο εχων τας πτερυγας απαγγελει λογον

 

Created with FREE HTMLCompiler by BibleDatabase