HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Eccleasiates 11

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12]

11:1 αποστειλον τον αρτον σου επι προσωπον του υδατος οτι εν πληθει των ημερων ευρησεις αυτον

11:2 δος μεριδα τοις επτα και γε τοις οκτω οτι ου γινωσκεις τι εσται πονηρον επι την γην

11:3 εαν πληρωθωσιν τα νεφη υετου επι την γην εκχεουσιν και εαν πεση ξυλον εν τω νοτω και εαν εν τω βορρα τοπω ου πεσειται το ξυλον εκει εσται

11:4 τηρων ανεμον ου σπερει και βλεπων εν ταις νεφελαις ου θερισει

11:5 εν οις ουκ εστιν γινωσκων τις η οδος του πνευματος ως οστα εν γαστρι της κυοφορουσης ουτως ου γνωση τα ποιηματα του θεου οσα ποιησει συν τα παντα

11:6 εν πρωια σπειρον το σπερμα σου και εις εσπεραν μη αφετω η χειρ σου οτι ου γινωσκεις ποιον στοιχησει η τουτο η τουτο και εαν τα δυο επι το αυτο αγαθα

11:7 και γλυκυ το φως και αγαθον τοις οφθαλμοις του βλεπειν συν τον ηλιον

11:8 οτι και εαν ετη πολλα ζησεται ο ανθρωπος εν πασιν αυτοις ευφρανθησεται και μνησθησεται τας ημερας του σκοτους οτι πολλαι εσονται παν το ερχομενον ματαιοτης

11:9 ευφραινου νεανισκε εν νεοτητι σου και αγαθυνατω σε η καρδια σου εν ημεραις νεοτητος σου και περιπατει εν οδοις καρδιας σου και εν ορασει οφθαλμων σου και γνωθι οτι επι πασι τουτοις αξει σε ο θεος εν κρισει

11:10 και αποστησον θυμον απο καρδιας σου και παραγαγε πονηριαν απο σαρκος σου οτι η νεοτης και η ανοια ματαιοτης

 

Created with FREE HTMLCompiler by BibleDatabase