HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Eccleasiates 12

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12]

12:1 και μνησθητι του κτισαντος σε εν ημεραις νεοτητος σου εως οτου μη ελθωσιν ημεραι της κακιας και φθασωσιν ετη εν οις ερεις ουκ εστιν μοι εν αυτοις θελημα

12:2 εως ου μη σκοτισθη ο ηλιος και το φως και η σεληνη και οι αστερες και επιστρεψωσιν τα νεφη οπισω του υετου

12:3 εν ημερα η εαν σαλευθωσιν φυλακες της οικιας και διαστραφωσιν ανδρες της δυναμεως και ηργησαν αι αληθουσαι οτι ωλιγωθησαν και σκοτασουσιν αι βλεπουσαι εν ταις οπαις

12:4 και κλεισουσιν θυρας εν αγορα εν ασθενεια φωνης της αληθουσης και αναστησεται εις φωνην του στρουθιου και ταπεινωθησονται πασαι αι θυγατερες του ασματος

12:5 και γε απο υψους οψονται και θαμβοι εν τη οδω και ανθηση το αμυγδαλον και παχυνθη η ακρις και διασκεδασθη η καππαρις οτι επορευθη ο ανθρωπος εις οικον αιωνος αυτου και εκυκλωσαν εν αγορα οι κοπτομενοι

12:6 εως οτου μη ανατραπη σχοινιον του αργυριου και συνθλιβη ανθεμιον του χρυσιου και συντριβη υδρια επι την πηγην και συντροχαση ο τροχος επι τον λακκον

12:7 και επιστρεψη ο χους επι την γην ως ην και το πνευμα επιστρεψη προς τον θεον ος εδωκεν αυτο

12:8 ματαιοτης ματαιοτητων ειπεν ο εκκλησιαστης τα παντα ματαιοτης

12:9 και περισσον οτι εγενετο εκκλησιαστης σοφος ετι εδιδαξεν γνωσιν συν τον λαον και ους εξιχνιασεται κοσμιον παραβολων

12:10 πολλα εζητησεν εκκλησιαστης του ευρειν λογους θεληματος και γεγραμμενον ευθυτητος λογους αληθειας

12:11 λογοι σοφων ως τα βουκεντρα και ως ηλοι πεφυτευμενοι οι παρα των συναγματων εδοθησαν εκ ποιμενος ενος και περισσον εξ αυτων

12:12 υιε μου φυλαξαι ποιησαι βιβλια πολλα ουκ εστιν περασμος και μελετη πολλη κοπωσις σαρκος

12:13 τελος λογου το παν ακουεται τον θεον φοβου και τας εντολας αυτου φυλασσε οτι τουτο πας ο ανθρωπος

12:14 οτι συν παν το ποιημα ο θεος αξει εν κρισει εν παντι παρεωραμενω εαν αγαθον και εαν πονηρον .

 

Created with FREE HTMLCompiler by BibleDatabase