HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Song of Solomon 1

[1] [2] [3] [4] [5] [6] [7] [8]

1:1 ασμα ασματων ο εστιν τω σαλωμων

1:2 φιλησατω με απο φιληματων στοματος αυτου οτι αγαθοι μαστοι σου υπερ οινον

1:3 και οσμη μυρων σου υπερ παντα τα αρωματα μυρον εκκενωθεν ονομα σου δια τουτο νεανιδες ηγαπησαν σε

1:4 ειλκυσαν σε οπισω σου εις οσμην μυρων σου δραμουμεν εισηνεγκεν με ο βασιλευς εις το ταμιειον αυτου αγαλλιασωμεθα και ευφρανθωμεν εν σοι αγαπησομεν μαστους σου υπερ οινον ευθυτης ηγαπησεν σε

1:5 μελαινα ειμι και καλη θυγατερες ιερουσαλημ ως σκηνωματα κηδαρ ως δερρεις σαλωμων

1:6 μη βλεψητε με οτι εγω ειμι μεμελανωμενη οτι παρεβλεψεν με ο ηλιος υιοι μητρος μου εμαχεσαντο εν εμοι εθεντο με φυλακισσαν εν αμπελωσιν αμπελωνα εμον ουκ εφυλαξα

1:7 απαγγειλον μοι ον ηγαπησεν η ψυχη μου που ποιμαινεις που κοιταζεις εν μεσημβρια μηποτε γενωμαι ως περιβαλλομενη επ' αγελαις εταιρων σου

1:8 εαν μη γνως σεαυτην η καλη εν γυναιξιν εξελθε συ εν πτερναις των ποιμνιων και ποιμαινε τας εριφους σου επι σκηνωμασιν των ποιμενων

1:9 τη ιππω μου εν αρμασιν φαραω ωμοιωσα σε η πλησιον μου

1:10 τι ωραιωθησαν σιαγονες σου ως τρυγονες τραχηλος σου ως ορμισκοι

1:11 ομοιωματα χρυσιου ποιησομεν σοι μετα στιγματων του αργυριου

1:12 εως ου ο βασιλευς εν ανακλισει αυτου ναρδος μου εδωκεν οσμην αυτου

1:13 αποδεσμος της στακτης αδελφιδος μου εμοι ανα μεσον των μαστων μου αυλισθησεται

1:14 βοτρυς της κυπρου αδελφιδος μου εμοι εν αμπελωσιν εγγαδδι

1:15 ιδου ει καλη η πλησιον μου ιδου ει καλη οφθαλμοι σου περιστεραι

1:16 ιδου ει καλος ο αδελφιδος μου και γε ωραιος προς κλινη ημων συσκιος

1:17 δοκοι οικων ημων κεδροι φατνωματα ημων κυπαρισσοι

 

Created with FREE HTMLCompiler by BibleDatabase