HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Song of Solomon 2

[1] [2] [3] [4] [5] [6] [7] [8]

2:1 εγω ανθος του πεδιου κρινον των κοιλαδων

2:2 ως κρινον εν μεσω ακανθων ουτως η πλησιον μου ανα μεσον των θυγατερων

2:3 ως μηλον εν τοις ξυλοις του δρυμου ουτως αδελφιδος μου ανα μεσον των υιων εν τη σκια αυτου επεθυμησα και εκαθισα και καρπος αυτου γλυκυς εν λαρυγγι μου

2:4 εισαγαγετε με εις οικον του οινου ταξατε επ' εμε αγαπην

2:5 στηρισατε με εν αμοραις στοιβασατε με εν μηλοις οτι τετρωμενη αγαπης εγω

2:6 ευωνυμος αυτου υπο την κεφαλην μου και η δεξια αυτου περιλημψεται με

2:7 ωρκισα υμας θυγατερες ιερουσαλημ εν ταις δυναμεσιν και εν ταις ισχυσεσιν του αγρου εαν εγειρητε και εξεγειρητε την αγαπην εως ου θεληση

2:8 φωνη αδελφιδου μου ιδου ουτος ηκει πηδων επι τα ορη διαλλομενος επι τους βουνους

2:9 ομοιος εστιν αδελφιδος μου τη δορκαδι η νεβρω ελαφων επι τα ορη βαιθηλ ιδου ουτος εστηκεν οπισω του τοιχου ημων παρακυπτων δια των θυριδων εκκυπτων δια των δικτυων

2:10 αποκρινεται αδελφιδος μου και λεγει μοι αναστα ελθε η πλησιον μου καλη μου περιστερα μου

2:11 οτι ιδου ο χειμων παρηλθεν ο υετος απηλθεν επορευθη εαυτω

2:12 τα ανθη ωφθη εν τη γη καιρος της τομης εφθακεν φωνη του τρυγονος ηκουσθη εν τη γη ημων

2:13 η συκη εξηνεγκεν ολυνθους αυτης αι αμπελοι κυπριζουσιν εδωκαν οσμην αναστα ελθε η πλησιον μου καλη μου περιστερα μου

2:14 και ελθε συ περιστερα μου εν σκεπη της πετρας εχομενα του προτειχισματος δειξον μοι την οψιν σου και ακουτισον με την φωνην σου οτι η φωνη σου ηδεια και η οψις σου ωραια

2:15 πιασατε ημιν αλωπεκας μικρους αφανιζοντας αμπελωνας και αι αμπελοι ημων κυπριζουσιν

2:16 αδελφιδος μου εμοι καγω αυτω ο ποιμαινων εν τοις κρινοις

2:17 εως ου διαπνευση η ημερα και κινηθωσιν αι σκιαι αποστρεψον ομοιωθητι συ αδελφιδε μου τω δορκωνι η νεβρω ελαφων επι ορη κοιλωματων

 

Created with FREE HTMLCompiler by BibleDatabase