HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Song of Solomon 3

[1] [2] [3] [4] [5] [6] [7] [8]

3:1 επι κοιτην μου εν νυξιν εζητησα ον ηγαπησεν η ψυχη μου εζητησα αυτον και ουχ ευρον αυτον εκαλεσα αυτον και ουχ υπηκουσεν μου

3:2 αναστησομαι δη και κυκλωσω εν τη πολει εν ταις αγοραις και εν ταις πλατειαις και ζητησω ον ηγαπησεν η ψυχη μου εζητησα αυτον και ουχ ευρον αυτον

3:3 ευροσαν με οι τηρουντες οι κυκλουντες εν τη πολει μη ον ηγαπησεν η ψυχη μου ειδετε

3:4 ως μικρον οτε παρηλθον απ' αυτων εως ου ευρον ον ηγαπησεν η ψυχη μου εκρατησα αυτον και ουκ αφησω αυτον εως ου εισηγαγον αυτον εις οικον μητρος μου και εις ταμιειον της συλλαβουσης με

3:5 ωρκισα υμας θυγατερες ιερουσαλημ εν ταις δυναμεσιν και εν ταις ισχυσεσιν του αγρου εαν εγειρητε και εξεγειρητε την αγαπην εως αν θεληση

3:6 τις αυτη η αναβαινουσα απο της ερημου ως στελεχη καπνου τεθυμιαμενη σμυρναν και λιβανον απο παντων κονιορτων μυρεψου

3:7 ιδου η κλινη του σαλωμων εξηκοντα δυνατοι κυκλω αυτης απο δυνατων ισραηλ

3:8 παντες κατεχοντες ρομφαιαν δεδιδαγμενοι πολεμον ανηρ ρομφαια αυτου επι μηρον αυτου απο θαμβους εν νυξιν

3:9 φορειον εποιησεν εαυτω ο βασιλευς σαλωμων απο ξυλων του λιβανου

3:10 στυλους αυτου εποιησεν αργυριον και ανακλιτον αυτου χρυσεον επιβασις αυτου πορφυρα εντος αυτου λιθοστρωτον αγαπην απο θυγατερων ιερουσαλημ

3:11 εξελθατε και ιδετε εν τω βασιλει σαλωμων εν τω στεφανω ω εστεφανωσεν αυτον η μητηρ αυτου εν ημερα νυμφευσεως αυτου και εν ημερα ευφροσυνης καρδιας αυτου

 

Created with FREE HTMLCompiler by BibleDatabase