HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Song of Solomon 4

[1] [2] [3] [4] [5] [6] [7] [8]

4:1 ιδου ει καλη η πλησιον μου ιδου ει καλη οφθαλμοι σου περιστεραι εκτος της σιωπησεως σου τριχωμα σου ως αγελαι των αιγων αι απεκαλυφθησαν απο του γαλααδ

4:2 οδοντες σου ως αγελαι των κεκαρμενων αι ανεβησαν απο του λουτρου αι πασαι διδυμευουσαι και ατεκνουσα ουκ εστιν εν αυταις

4:3 ως σπαρτιον το κοκκινον χειλη σου και η λαλια σου ωραια ως λεπυρον της ροας μηλον σου εκτος της σιωπησεως σου

4:4 ως πυργος δαυιδ τραχηλος σου ο ωκοδομημενος εις θαλπιωθ χιλιοι θυρεοι κρεμανται επ' αυτον πασαι βολιδες των δυνατων

4:5 δυο μαστοι σου ως δυο νεβροι διδυμοι δορκαδος οι νεμομενοι εν κρινοις

4:6 εως ου διαπνευση η ημερα και κινηθωσιν αι σκιαι πορευσομαι εμαυτω προς το ορος της σμυρνης και προς τον βουνον του λιβανου

4:7 ολη καλη ει η πλησιον μου και μωμος ουκ εστιν εν σοι

4:8 δευρο απο λιβανου νυμφη δευρο απο λιβανου ελευση και διελευση απο αρχης πιστεως απο κεφαλης σανιρ και ερμων απο μανδρων λεοντων απο ορεων παρδαλεων

4:9 εκαρδιωσας ημας αδελφη μου νυμφη εκαρδιωσας ημας ενι απο οφθαλμων σου εν μια ενθεματι τραχηλων σου

4:10 τι εκαλλιωθησαν μαστοι σου αδελφη μου νυμφη τι εκαλλιωθησαν μαστοι σου απο οινου και οσμη ιματιων σου υπερ παντα τα αρωματα

4:11 κηριον αποσταζουσιν χειλη σου νυμφη μελι και γαλα υπο την γλωσσαν σου και οσμη ιματιων σου ως οσμη λιβανου

4:12 κηπος κεκλεισμενος αδελφη μου νυμφη κηπος κεκλεισμενος πηγη εσφραγισμενη

4:13 αποστολαι σου παραδεισος ροων μετα καρπου ακροδρυων κυπροι μετα ναρδων

4:14 ναρδος και κροκος καλαμος και κινναμωμον μετα παντων ξυλων του λιβανου σμυρνα αλωθ μετα παντων πρωτων μυρων

4:15 πηγη κηπων φρεαρ υδατος ζωντος και ροιζουντος απο του λιβανου

4:16 εξεγερθητι βορρα και ερχου νοτε διαπνευσον κηπον μου και ρευσατωσαν αρωματα μου καταβητω αδελφιδος μου εις κηπον αυτου και φαγετω καρπον ακροδρυων αυτου

 

Created with FREE HTMLCompiler by BibleDatabase