HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Song of Solomon 6

[1] [2] [3] [4] [5] [6] [7] [8]

6:1 που απηλθεν ο αδελφιδος σου η καλη εν γυναιξιν που απεβλεψεν ο αδελφιδος σου και ζητησομεν αυτον μετα σου

6:2 αδελφιδος μου κατεβη εις κηπον αυτου εις φιαλας του αρωματος ποιμαινειν εν κηποις και συλλεγειν κρινα

6:3 εγω τω αδελφιδω μου και αδελφιδος μου εμοι ο ποιμαινων εν τοις κρινοις

6:4 καλη ει η πλησιον μου ως ευδοκια ωραια ως ιερουσαλημ θαμβος ως τεταγμεναι

6:5 αποστρεψον οφθαλμους σου απεναντιον μου οτι αυτοι ανεπτερωσαν με τριχωμα σου ως αγελαι των αιγων αι ανεφανησαν απο του γαλααδ

6:6 οδοντες σου ως αγελαι των κεκαρμενων αι ανεβησαν απο του λουτρου αι πασαι διδυμευουσαι και ατεκνουσα ουκ εστιν εν αυταις

6:7 ως σπαρτιον το κοκκινον χειλη σου και η λαλια σου ωραια ως λεπυρον της ροας μηλον σου εκτος της σιωπησεως σου

6:8 εξηκοντα εισιν βασιλισσαι και ογδοηκοντα παλλακαι και νεανιδες ων ουκ εστιν αριθμος

6:9 μια εστιν περιστερα μου τελεια μου μια εστιν τη μητρι αυτης εκλεκτη εστιν τη τεκουση αυτης ειδοσαν αυτην θυγατερες και μακαριουσιν αυτην βασιλισσαι και παλλακαι και αινεσουσιν αυτην

6:10 τις αυτη η εκκυπτουσα ωσει ορθρος καλη ως σεληνη εκλεκτη ως ο ηλιος θαμβος ως τεταγμεναι

6:11 εις κηπον καρυας κατεβην ιδειν εν γενημασιν του χειμαρρου ιδειν ει ηνθησεν η αμπελος εξηνθησαν αι ροαι εκει δωσω τους μαστους μου σοι

6:12 ουκ εγνω η ψυχη μου εθετο με αρματα αμιναδαβ

 

Created with FREE HTMLCompiler by BibleDatabase